- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.140.1-4.140.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
斯基泰人在水草丰茂之处寻找波斯人却因自己先前的破坏而失败;而波斯人沿着原路艰难返抵桥头,在发现大桥已被拆毁后,因担心被伊奥尼亚人抛弃而陷入恐慌。
Σκύθαι μὲν τὸ δεύτερον Ἴωσι πιστεύσαντες λέγειν ἀληθέα ὑπέστρεφον ἐπὶ ζήτησιν τῶν Περσέων, καὶ ἡμάρτανον πάσης τῆς ἐκείνων διεξόδου.1 αἴτιοι δὲ τούτου αὐτοὶ οἱ Σκύθαι ἐγένοντο,τὰς νομὰς τῶν ἵππων τὰς ταύτῃ διαφθείραντες καὶ τὰ ὕδατα συγχώσαντες.
斯基泰人第二次相信了伊奥尼亚人说的是真话,于是转身去寻找波斯人,却完全错过了他们的撤退路线。这件事的原因在于斯基泰人自己,因为他们破坏了该地区马匹的牧草地,并填埋了水源。
εἰ γὰρ ταῦτα μὴ ἐποίησαν, παρεῖχε ἄν σφι,2 εἰ ἐβούλοντο, εὐπετέως ἐξευρεῖν τοὺς Πέρσας. νῦν δὲ τά σφι ἐδόκεε ἄριστα βεβουλεῦσθαι, κατὰ ταῦτα ἐσφάλησαν.
因为如果他们没有这样做,只要他们愿意,本可以轻易找到波斯人。然而在目前的情况下,正是那些他们自以为规划得最好的计策,反而使他们遭到了失败。
Σκύθαι μέν νυν τῆς σφετέρης χώρης τῇ χιλός τε τοῖσι ἵπποισι καὶ ὕδατα ἦν, ταύτῃ διεξιόντες ἐδίζηντο τοὺς ἀντιπολεμίους, δοκέοντες καὶ ἐκείνους διὰ τοιούτων τὴν ἀπόδρησιν ποιέεσθαι. οἱ δὲ δὴ Πέρσαι τὸν πρότερον ἑωυτῶν γενόμενον στίβον, τοῦτον φυλάσσοντες ἤισαν, καὶ οὕτω μόγις εὗρον τὸν πόρον.
于是,斯基泰人穿过自己国土中那些有马匹饲料和水源的地方,去寻找他们的敌人,以为对方也会从这样的地方逃跑。但是,波斯人却坚守着他们之前走过的路线前进,因而费尽周折才找到了通道。
οἷα δὲ νυκτός τε ἀπικόμενοι3 καὶ λελυμένης τῆς γεφύρης ἐντυχόντες, ἐς πᾶσαν ἀρρωδίην ἀπίκοντο μή σφεας οἱ Ἴωνες ἔωσι ἀπολελοιπότες.
由于他们在夜间抵达,且碰上大桥已被拆毁,因此陷入了极大的恐慌,担心伊奥尼亚人已经抛弃了他们。
- 4.140.1ἡμάρτανον πάσης τῆς ἐκείνων διεξόδου
动词 ἁμαρτάνω(未中、错过)支配属格(πάσης... διεξόδου)。在此处意为“完全错过了他们(波斯人)的撤退(或通过)路线”。
- 4.140.2παρεῖχε ἄν σφι
动词 παρέχω 的无人称用法(或以不定式 ἐξευρεῖν 为主语的句型),意为“允许、使……可能”。在此处它与 ἄν 连用,构成直陈式未完成过去时,与条件从句 εἰ... μὴ ἐποίησαν 一起构成与过去事实相反的虚拟条件句(非真实条件句)的主句。
- 4.140.4οἷα δὲ νυκτός τε ἀπικόμενοι
副词 οἷα(类似于 οἷον 或 ἅτε)与分词(此处为 ἀπικόμενοι 以及后文的 ἐντυχόντες)连用,表示基于客观事实的原因或理由(“因为”、“由于”)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
