← 希罗多德

历史

§4.133.1-4.133.3

斯基泰人劝伊奥尼亚人弃桥撤退

一支斯基泰人部队到达伊奥尼亚人防守的桥梁,劝说他们在达大流士规定的六十天期限后撤走,伊奥尼亚人对此表示同意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.133.1

Πέρσαι μὲν δὴ τὰ δῶρα εἴκαζον. ἡ δὲ Σκυθέων μία μοῖρα ἡ ταχθεῖσα πρότερον μὲν παρὰ τὴν Μαιῆτιν λίμνην φρουρέειν, τότε δὲ ἐπὶ τὸν Ἴστρον Ἴωσι ἐς λόγους ἐλθεῖν,1 ὡς ἀπίκετο ἐπὶ τὴν γέφυραν, ἔλεγε τάδε.

波斯人便这样推测那些礼物。然而,先前被派往迈奥蒂斯湖畔防守、而当时则前往伊斯特罗斯河与伊奥尼亚人谈判的那支斯基泰人部队,在到达桥头时,说了以下的话:

§4.133.2

ἄνδρες Ἴωνες, ἐλευθερίην ἥκομεν ὑμῖν φέροντες, ἤν πέρ γε ἐθέλητε ἐσακούειν. πυνθανόμεθα γὰρ Δαρεῖον ἐντείλασθαι ὑμῖν ἑξήκοντα ἡμέρας μούνας φρουρήσαντας τὴν γέφυραν, αὐτοῦ μὴ παραγενομένου ἐν τούτῳ τῷ χρόνῳ, ἀπαλλάσσεσθαι2 ἐς τὴν ὑμετέρην.

“伊奥尼亚的男子汉们,如果你们愿意听从,我们是给你们带来自由的。因为我们听说,大流士曾命令你们只防守桥梁六十天,如果在这段时间内他自己没有赶到,你们就可以撤回自己的土地。

§4.133.3

νῦν ὦν ὑμεῖς τάδε ποιεῦντες ἐκτὸς μὲν ἔσεσθε πρὸς ἐκείνου αἰτίης, ἐκτὸς δὲ πρὸς ἡμέων· τὰς προκειμένας ἡμέρας παραμείναντες τὸ ἀπὸ τούτου ἀπαλλάσσεσθε. οὗτοι μέν νυν ὑποδεξαμένων Ἰώνων ποιήσειν ταῦτα ὀπίσω τὴν ταχίστην ἐπείγοντο.

因此,现在你们如果这样做,既可以免受他的责备,也可以免受我们的责备:在守满规定的天数之后,从那以后你们就撤走吧。” 在伊奥尼亚人许诺要这样做之后,他们便以最快的速度赶了回去。

语法注2 条
  1. 4.133.1ἡ ταχθεῖσα ... φρουρέειν ... ἐλθεῖν

    分词 ἡ ταχθεῖσα(被派遣/命令)受两个目的不定式 φρουρέειν(防守)和 ἐλθεῖν(前往)的修饰,分别由 πρότερον μὲν(先前)和 τότε δὲ(当时)引导。

  2. 4.133.2Δαρεῖον ἐντείλασθαι ... ἀπαλλάσσεσθαι

    在动词 πυνθανόμεθα(我们听说)引导的“对格+不定式”结构(主语:Δαρεῖον,动词:ἐντείλασθαι)中,另一个不定式 ἀπαλλάσσεσθαι(撤退)作为 ἐντείλασθαι(命令)的补足语。中间的 φρουρήσαντας(防守)是修饰 ὑμῖν 的分词,因作为不定式 ἀπαλλάσσεσθαι 的逻辑主语而采用了对格形式。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.133.1-4.133.3