- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.123.1-4.123.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
波斯军穿过斯基泰和萨夫罗马泰的荒凉土地,烧毁了布迪尼人遗弃的木造城寨,并抵达北方的荒漠。荒漠北方居住着瑟萨格泰人,四条大河流经迈奥泰人土地注入迈奥蒂斯湖。
ὅσον μὲν δὴ χρόνον οἱ Πέρσαι ἤισαν διὰ τῆς Σκυθικῆς καὶ τῆς Σαυρομάτιδος χώρης, οἳ δὲ εἶχον οὐδὲν σίνεσθαι1 ἅτε τῆς χώρης ἐούσης χέρσου· ἐπείτε δὲ ἐς τὴν τῶν Βουδίνων χώρην ἐσέβαλλον, ἐνθαῦτα δὴ ἐντυχόντες τῷ ξυλίνῳ τείχεϊ, ἐκλελοιπότων τῶν Βουδίνων καὶ κεκενωμένου τοῦ τείχεος2 πάντων, ἐνέπρησαν αὐτό.
只要波斯人是在斯基泰和萨夫罗马泰的土地上前进,他们就无处可以破坏,因为那片土地是一片荒凉。但是,当他们入侵布迪尼人的领土时,在那里遇到了一座木造的城寨;由于布迪尼人已经撤离,城寨中空无一物,他们便将其放火烧毁。
τοῦτο δὲ ποιήσαντες εἵποντο αἰεὶ τὸ πρόσω κατὰ στίβον, ἐς ὃ διεξελθόντες ταύτην ἐς τὴν ἔρημον ἀπίκοντο. ἡ δὲ ἔρημος αὕτη ὑπὸ οὐδαμῶν νέμεται ἀνδρῶν, κέεται δὲ ὑπὲρ τῆς Βουδίνων χώρης ἐοῦσα3 πλῆθος ἑπτὰ ἡμερέων ὁδοῦ.
做完这件事后,他们继续沿着足迹向前追踪,直到穿过这片土地,抵达了荒漠。这片荒漠无任何人居住,位于布迪尼人领土的北方,宽达七日的行程。
ὑπὲρ δὲ τῆς ἐρήμου Θυσσαγέται οἰκέουσι, ποταμοὶ δὲ ἐξ αὐτῶν4 τέσσερες μεγάλοι ῥέοντες διὰ Μαιητέων ἐκδιδοῦσι ἐς τὴν λίμνην τὴν καλεομένην Μαιῆτιν, τοῖσι οὐνόματα κέεται τάδε, Λύκος Ὄαρος Τάναις Σύργις.
在荒漠的北方居住着瑟萨格泰人,从他们的土地上有四条大河冲流而出,穿过迈奥泰人的土地,注入被称为迈奥蒂斯的湖中。这些河的名字如下:吕科斯、奥阿罗斯、塔纳伊斯、叙尔吉斯。
- 4.123.1οἳ δὲ εἶχον οὐδὲν σίνεσθαι
οἳ δὲ 是指示代词,指代主句的主语波斯人。εἶχον 后面接不定式 σίνεσθαι,表示可能性或能够做某事,意为“他们没有什么可以破坏的”或“无法进行任何破坏”。
- 4.123.1ἐκλελοιπότων τῶν Βουδίνων καὶ κεκενωμένου τοῦ τείχεος
两个独立分词属格并列,为主句动词 ἐνέπρησαν 提供时间背景或原因(“因为布迪尼人已经撤离,城寨也已空无一物”)。
- 4.123.2ὑπὲρ τῆς Βουδίνων χώρης ἐοῦσα
介词 ὑπέρ(支配属格)在希腊人的地理观念中表示从沿海地区向内陆深处(此处指北方)延伸。分词 ἐοῦσα 修饰 ἔρημος,说明该荒漠位于布迪尼人领土的更北方(深处)。
- 4.123.3ἐξ αὐτῶν
复数属格人称代词,指代前文的专有名词(部族名)Θυσσαγέται,转喻指“从他们的领土中”。
