- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.114.1-4.114.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
斯基泰青年与亚马逊人彼此语言相通后,讨论起共同生活的方式。青年们提议回到各自的部落,但亚马逊人因习俗不同而拒绝,转而提议青年们去继承父母的财产,并与她们一起独立生活,青年们接受了这一提议。
μετὰ δὲ συμμίξαντες τὰ στρατόπεδα οἴκεον ὁμοῦ, γυναῖκα ἔχων ἕκαστος ταύτην τῇ τὸ πρῶτον συνεμίχθη.1 τὴν δὲ φωνὴν τὴν μὲν τῶν γυναικῶν οἱ ἄνδρες οὐκ ἐδυνέατο μαθεῖν, τὴν δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες συνέλαβον.
随后,他们将营地合兵一处,共同生活,每个人都娶了自己最初交合的那个女子为妻。至于语言,男子们无法学会女子的语言,而女子们却掌握了男子的语言。
ἐπεὶ δὲ συνῆκαν ἀλλήλων, ἔλεξαν πρὸς τὰς Ἀμαζόνας τάδε οἱ ἄνδρες. ἡμῖν εἰσὶ μὲν τοκέες, εἰσὶ δὲ κτήσιες· νῦν ὦν μηκέτι πλεῦνα χρόνον ζόην τοιήνδε ἔχωμεν, ἀλλʼ ἀπελθόντες ἐς τὸ πλῆθος διαιτώμεθα. γυναῖκας δὲ ἕξομεν ὑμέας καὶ οὐδαμὰς ἄλλας. αἳ δὲ πρὸς ταῦτα ἔλεξαν τάδε.
当他们能够互相理解时,男子们对亚马逊女人说: “我们有父母,也有财产。因此,我们不要再过这样长久的流浪生活了,而是回到众人那里去共同生活吧。我们会娶你们为妻,而绝不再娶其他任何人。” 对此,她们作了如下的回答:
ἡμεῖς οὐκ ἂν δυναίμεθα οἰκέειν μετὰ τῶν ὑμετερέων γυναικῶν· οὐ γὰρ τὰ αὐτὰ νόμαια ἡμῖν τε κἀκείνῃσι ἐστί. ἡμεῖς μὲν τοξεύομέν τε καὶ ἀκοντίζομεν καὶ ἱππαζόμεθα, ἔργα δὲ γυναικήια οὐκ ἐμάθομεν· αἱ δὲ ὑμέτεραι γυναῖκες τούτων μὲν οὐδὲν τῶν ἡμεῖς κατελέξαμεν2 ποιεῦσι, ἔργα δὲ γυναικήια ἐργάζονται μένουσαι ἐν τῇσι ἁμάξῃσι, οὔτʼ ἐπὶ θήρην ἰοῦσαι οὔτε ἄλλῃ οὐδαμῇ.
“我们无法与你们的女人共同生活,因为我们和她们的习俗并不相同。我们射箭、投枪、骑马,却没有学会女人的女红。而你们的女人,我们刚才列举的事她们一样也不做,只是待在车篷里干着女人的活,既不去打猎,也不去其他任何地方。
οὐκ ἂν ὦν δυναίμεθα ἐκείνῃσι συμφέρεσθαι. ἀλλʼ εἰ βούλεσθε γυναῖκας ἔχειν ἡμέας καὶ δοκέειν εἶναι δίκαιοι,3 ἐλθόντες παρὰ τοὺς τοκέας ἀπολάχετε τῶν κτημάτων τὸ μέρος, καὶ ἔπειτα ἐλθόντες οἰκέωμεν ἐπὶ ἡμέων αὐτῶν. ἐπείθοντο καὶ ἐποίησαν ταῦτα οἱ νεηνίσκοι.
因此,我们无法与她们和睦相处。但如果你们想要娶我们为妻,并显出你们是公正的人,那就回到你们的父母那里去,分得你们的那份财产,然后我们一起离开,搬到我们自己的地方独立生活。” 青年们顺从了她们,并照办了。
- 4.114.1γυναῖκα ἔχων ἕκαστος ταύτην τῇ τὸ πρῶτον συνεμίχθη
意为“每个人都娶了[作为妻子]自己最初交合的那个女子”。γυναῖκα 是直接宾语 ταύτην 的谓语性宾格,译为“作为妻子”。关系代名词 τῇ 采用与格,是因为表示结合、交际的动词 συνεμίχθη(συγμείγνυμι 的无定过去时被动第三人称单数)要求支配与格。
- 4.114.3τούτων μὲν οὐδὲν τῶν ἡμεῖς κατελέξαμεν
意为“我们所列举的这些事情中,她们一件也不做”。关系代名词 τῶν 作为及物动词 κατελέξαμεν(“列举”)的直接宾语,原本应当是宾格(ἅ),但由于受到先行词 τούτων(部分属格)的格的影响,被同化为属格,这是希腊语中常见的“关系代名词吸引(attraction)”现象。
- 4.114.4δοκέειν εἶναι δίκαιοι
意为“显得是公正的人”。由于不定式 εἶναι 的主语与主句动词 βούλεσθε 的主语(“你们”)一致,因此作为不定式补语的形容词 δίκαιοι(“公正的”)没有使用宾格(δικαίους),而是保持为主格(阳性复数),这符合主语与不定式补语格一致的语法规则。
