- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:4.1.1-4.1.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
介绍了大流士远征塞人(斯基泰人)的动机,叙述了塞人此前统治亚洲的历史背景,以及他们回国时因妻子与奴隶私通而面临的国内混乱。
μετὰ δὲ τὴν Βαβυλῶνος αἵρεσιν ἐγένετο ἐπὶ Σκύθας αὐτοῦ Δαρείου ἔλασις· ἀνθεύσης γὰρ τῆς Ἀσίης ἀνδράσι καὶ χρημάτων μεγάλων συνιόντων,1 ἐπεθύμησε ὁ Δαρεῖος τίσασθαι Σκύθας, ὅτι ἐκεῖνοι πρότεροι ἐσβαλόντες ἐς τὴν Μηδικὴν καὶ νικήσαντες μάχῃ τοὺς ἀντιουμένους ὑπῆρξαν ἀδικίης.2
在攻占巴比伦之后,大流士亲自发起了对塞人(斯基泰人)的远征。因为当时亚洲人烟稠密、繁荣昌盛,且有巨额财富汇聚,大流士便渴望惩罚塞人,因为他们以前曾入侵米底亚地区,并在战斗中击败了抵抗者,首先犯下了不义之罪。
τῆς γὰρ ἄνω Ἀσίης ἦρξαν, ὡς καὶ πρότερον μοι εἴρηται, Σκύθαι ἔτεα δυῶν δέοντα τριήκοντα. Κιμμερίους γὰρ ἐπιδιώκοντες ἐσέβαλον ἐς τὴν Ἀσίην, καταπαύσαντες τῆς ἀρχῆς Μήδους· οὗτοι γὰρ πρὶν ἢ Σκύθας ἀπικέσθαι ἦρχον τῆς Ἀσίης.
正如我以前曾提到过的那样,塞人统治了上亚洲共二十八年。因为他们在追击西米里亚人时入侵了亚洲,废黜了米底亚人的统治;因为在塞人到来之前,正是米底亚人统治着亚洲。
τοὺς δὲ Σκύθας ἀποδημήσαντας ὀκτὼ καὶ εἴκοσι ἔτεα καὶ διὰ χρόνου τοσούτου κατιόντας ἐς τὴν σφετέρην ἐξεδέξατο οὐκ ἐλάσσων πόνος τοῦ Μηδικοῦ·3 εὗρον γὰρ ἀντιουμένην σφίσι στρατιήν οὐκ ὀλίγην. αἱ γὰρ τῶν Σκυθέων γυναῖκες, ὥς σφι οἱ ἄνδρες ἀπῆσαν χρόνον πολλόν, ἐφοίτεον παρὰ τοὺς δούλους.
然而,对于这些离家二十八年、在经历了如此漫长的岁月后返回家园的塞人来说,等待着他们的困难并不亚于在米底亚所经历的。因为他们发现有一支为数不少的军队在对抗他们。原来,塞人的妻子们由于丈夫长期不在家,便去与奴隶们私通。
- 4.1.1ἀνθεύσης γὰρ τῆς Ἀσίης ἀνδράσι καὶ χρημάτων μεγάλων συνιόντων
两个独立属格结构(ἀνθεύσης τῆς Ἀσίης 和 χρημάτων συνιόντων)并列,表示主句动词 ἐπεθύμησε 的原因。与格 ἀνδράσι(在人烟方面 / 以人)是表示方面或手段的与格,修饰现在分词 ἀνθεύσης。
- 4.1.1ὑπῆρξαν ἀδικίης
动词 ὑπάρχω 搭配属格宾语,表示“开始”或“首先做某事”。此处指“他们首先犯下了不义之罪”。
- 4.1.3τοὺς δὲ Σκύθας ... ἐξεδέξατο οὐκ ἐλάσσων πόνος τοῦ Μηδικοῦ
句首的宾格短语 τοὺς δὲ Σκύθας(由分词 ἀποδημήσαντας 和 κατιόντας 修饰)是及物动词 ἐξεδέξατο 的直接宾语,而主语则是后置的 οὐκ ἐλάσσων πόνος(不亚于那里的苦难)。这种宾语前置的倒装结构将焦点放在了归来的塞人身上。
