- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.84.1-3.84.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
其余六位起义者商定,给予奥塔涅斯及其子孙世袭特权,规定了他们共同的王宫出入权和联姻限制,并决定以次日清晨在郊外谁的马最先嘶鸣来决定王位的归属。
οἱ δὲ λοιποὶ τῶν ἑπτὰ ἐβουλεύοντο ὡς βασιλέα δικαιότατα στήσονται·1 καί σφι ἔδοξε Ὀτάνῃ μὲν καὶ τοῖσι ἀπὸ Ὀτάνεω αἰεὶ γινομένοισι, ἢν ἐς ἄλλον τινὰ τῶν ἑπτὰ ἔλθῃ ἡ βασιληίη, ἐξαίρετα δίδοσθαι ἐσθῆτά τε Μηδικὴν ἔτεος ἑκάστου καὶ τὴν πᾶσαν δωρεὴν ἣ γίνεται ἐν Πέρσῃσι τιμιωτάτη. τοῦδε δὲ εἵνεκεν ἐβούλευσάν οἱ δίδοσθαι ταῦτα, ὅτι ἐβούλευσέ τε πρῶτος τὸ πρῆγμα καὶ συνέστησε αὐτούς.
其余的六人商议如何才能最公正地立一位国王。他们决定,如果王位落到这七人中的其他任何人身上,每年都要给予奥塔涅斯以及他后代子孙特别的赏赐,包括一件米底亚式的礼服,以及在波斯人中被视为最珍贵的一切礼物。他们决定给予他这些,是因为他是最先策划这件事情并把他们召集在一起的人。
ταῦτα μὲν δὴ Ὀτάνῃ ἐξαίρετα, τάδε δὲ ἐς τὸ κοινὸν ἐβούλευσαν, παριέναι ἐς τὰ βασιλήια πάντα τὸν βουλόμενον τῶν ἑπτὰ ἄνευ ἐσαγγελέος, ἢν μὴ τυγχάνῃ εὕδων μετὰ γυναικὸς βασιλεύς, γαμέειν δὲ μὴ ἐξεῖναι ἄλλοθεν τῷ βασιλέι ἢ ἐκ τῶν συνεπαναστάντων.
这些是给奥塔涅斯的特权,而对于共同的权利,他们做出了如下规定:七人中任何想要进入王宫的人,都可以不用通过通报而自由出入,除非国王正与妻子同寝;此外,国王不得娶协同起义者以外的家族之女为妻。
περὶ δὲ τῆς βασιληίης ἐβούλευσαν τοιόνδε· ὅτευ2 ἂν ὁ ἵππος ἡλίου ἐπανατέλλοντος πρῶτος φθέγξηται, ἐν τῷ προαστείῳ αὐτῶν ἐπιβεβηκότων,3 τοῦτον ἔχειν τὴν βασιληίην.
关于王位,他们做出了这样的决定:当他们骑马在郊外时,在太阳升起之际,谁的马最先嘶鸣,谁就获得王位。
- 3.84.1στήσονται
动词 ἵστημι 的将来时中动态第三人称复数形式。此处由 ὡς 引导,构成间接疑问从句,带有商议或义务的语气(“他们应当如何确立国王”)。
- 3.84.3ὅτευ
泛指关系代词 ὅστις 的单数属格形式(伊奥尼亚方言,相当于雅典方言的 ὅτου)。作为所有格修饰其后的名词 ὁ ἵππος(马),意思是“谁的马”。
- 3.84.3ἐπιβεβηκότων
动词 ἐπιβαίνω(登上,此处指骑马)的完成时主动分词属格复数形式。与前面的代词 αὐτῶν 一起构成属格独立结构,完成时态表示“已经骑上马(处于骑马状态)”。
