- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.80.1-3.80.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
在推翻马格斯之后,起义者们开始商讨波斯未来的政体。首先发言的奥塔涅斯激烈谴责了君主制的种种弊端,并主张建立保障法律面前平等的民主政体。
ἐπείτε δὲ κατέστη ὁ θόρυβος καὶ ἐκτὸς πέντε ἡμερέων ἐγένετο, ἐβουλεύοντο οἱ ἐπαναστάντες τοῖσι Μάγοισι περὶ τῶν πάντων πρηγμάτων καὶ ἐλέχθησαν λόγοι ἄπιστοι μὲν ἐνίοισι Ἑλλήνων, ἐλέχθησαν δʼ ὦν.1
骚乱平息、五天过去之后,反抗马格斯的人们开始商讨国家的大政方针;席间发表了一些让部分希腊人难以置信的言论,但无论如何,这些话确实是说过了。
Ὀτάνης μὲν ἐκέλευε ἐς μέσον Πέρσῃσι καταθεῖναι τὰ πρήγματα,2 λέγων τάδε. ἐμοὶ δοκέει ἕνα μὲν ἡμέων μούναρχον μηκέτι γενέσθαι. οὔτε γὰρ ἡδὺ οὔτε ἀγαθόν. εἴδετε μὲν γὰρ τὴν Καμβύσεω ὕβριν ἐπʼ ὅσον ἐπεξῆλθε, μετεσχήκατε δὲ καὶ τῆς τοῦ Μάγου ὕβριος.
奥塔涅斯主张将国家政权交还给全体波斯人共同掌握,他是这样说的: “在我看来,我们中间的人不应再有人成为独裁者,因为这既不令人愉快,也无好处。你们已经看到冈比西斯的狂妄到了何种地步,也同样亲身体会了马格斯的狂妄。
κῶς δʼ ἂν εἴη χρῆμα κατηρτημένον μουναρχίη, τῇ ἔξεστι ἀνευθύνῳ ποιέειν τὰ βούλεται; καὶ γὰρ ἂν τὸν ἄριστον ἀνδρῶν πάντων στάντα ἐς ταύτην ἐκτὸς τῶν ἐωθότων νοημάτων στήσειε.3 ἐγγίνεται μὲν γάρ οἱ ὕβρις ὑπὸ τῶν παρεόντων ἀγαθῶν, φθόνος δὲ ἀρχῆθεν ἐμφύεται ἀνθρώπῳ.
一种允许不承担责任的人为所欲为的独裁统治,又怎能是一种秩序井然的制度呢?因为即使是所有人中最优秀的人,一旦处于这种地位,也会偏离他往常的理智。因为现有的财富和权力会让他产生狂妄,而嫉妒则是人类自始至终生来就有的。
δύο δʼ ἔχων ταῦτα ἔχει πᾶσαν κακότητα· τὰ μὲν γὰρ ὕβρι κεκορημένος ἔρδει πολλὰ καὶ ἀτάσθαλα, τὰ δὲ4 φθόνῳ. καίτοι ἄνδρα γε τύραννον ἄφθονον ἔδει εἶναι, ἔχοντά γε πάντα τὰ ἀγαθά. τὸ δὲ ὑπεναντίον τούτου ἐς τοὺς πολιήτας πέφυκε· φθονέει γὰρ τοῖσι ἀρίστοισι περιεοῦσί τε καὶ ζώουσι, χαίρει δὲ τοῖσι κακίστοισι τῶν ἀστῶν, διαβολὰς δὲ ἄριστος ἐνδέκεσθαι.5
一个拥有这两点的人,就拥有了一切恶德:一方面,他因狂妄满足而做出许多无法无天的事;另一方面,他因嫉妒而作恶。然而,作为一个占有一切美好事物的僭主,本该是没有嫉妒之心的。但他对公民的态度却恰恰相反:他嫉妒那些活着的优秀公民,却为城邦中最卑劣的人感到高兴,而且最乐于听信谗言。
ἀναρμοστότατον δὲ πάντων· ἤν τε γὰρ αὐτὸν μετρίως θωμάζῃς, ἄχθεται ὅτι οὐ κάρτα θεραπεύεται, ἤν τε θεραπεύῃ τις κάρτα, ἄχθεται ἅτε θωπί. τὰ δὲ δὴ μέγιστα ἔρχομαι ἐρέων· νόμαιά τε κινέει πάτρια καὶ βιᾶται γυναῖκας κτείνει τε ἀκρίτους.
此外,他是所有人中最难以捉摸的:如果你适度地赞美他,他会因为没有得到极力的奉承而感到恼怒;而如果有人极力奉承他,他却又会因为对方像个谄媚者而感到厌恶。而我要说的最严重的事情是:他破坏祖传的习俗,强暴妇女,并不经审判就处死人民。
πλῆθος δὲ ἄρχον πρῶτα μὲν οὔνομα πάντων κάλλιστον ἔχει, ἰσονομίην, δεύτερα δὲ τούτων τῶν ὁ μούναρχος ποιέει οὐδέν·6 πάλῳ μὲν ἀρχὰς ἄρχει, ὑπεύθυνον δὲ ἀρχὴν ἔχει, βουλεύματα δὲ πάντα ἐς τὸ κοινὸν ἀναφέρει. τίθεμαι ὦν γνώμην μετέντας ἡμέας μουναρχίην τὸ πλῆθος ἀέξειν· ἐν γὰρ τῷ πολλῷ ἔνι τὰ πάντα.
相反,多数人的统治,首先拥有所有名字中最美的一个,即‘法律面前的平等’;其次,它绝不做君主所做的那些事:它通过抽签任命官员,官职须接受审查,并将所有的决策提交给公众讨论。因此,我的意见是,我们应当放弃君主制,扩大人民的力量;因为在多数人之中,拥有一切。”
- 3.80.1ἐλέχθησαν δʼ ὦν
语气词 ὦν(相当于雅典方言的 οὖν)在此处具有让步或强调的作用,意为“无论如何”或“确实”。它强调尽管有些希腊人对此表示怀疑,但这些言论确实发表过。
- 3.80.2ἐς μέσον Πέρσῃσι καταθεῖναι τὰ πρήγματα
意为“为波斯人将国家事务置于公共(中央)之中”。短语 ἐς μέσον(“置于中央”)是一个惯用语,意为“公开地”或“共同地”,象征着民主式的共同治理。Πέρσῃσι 是利益与格。
- 3.80.3στήσειε
动词 ἵστημι 的主动语态不定过去时希求法第三人称单数。与主句中的 ἄν 结合,表示潜在可能性(“会使……偏离”)。主语是前述的君主制或君主地位,宾语是 τὸν ἄριστον(“最优秀的人”) 。
- 3.80.4τὰ μὲν ... τὰ δὲ
用作副词性宾格,表示对比:“一方面……另一方面……”。τὰ μὲν 对应 ὕβρι(“由于狂妄”),τὰ δὲ 对应 φθόνῳ(“由于嫉妒”),用以解释其行为的动机。
- 3.80.4διαβολὰς δὲ ἄριστος ἐνδέκεσθαι
解释性不定词 ἐνδέκεσθαι(现在时) 修饰形容词 ἄριστος,表示“最善于接纳(谗言)”。
- 3.80.6δεύτερα δὲ τούτων τῶν ὁ μούναρχος ποιέει οὐδέν
关系代词 τῶν 受到其先行词 τούτων(属格,作 οὐδέν 的部分属格或与 δεύτερα 构成比较属格)的格吸引(attraction),由原本应有的宾格变为了属格。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
