← 希罗多德

历史

§3.71.1-3.71.5

大流士与奥塔涅斯关于起事时机的争论

七名密谋者举行誓师后,大流士主张立即采取行动,并威胁说如果拖延,他将亲自去告密。奥塔涅斯主张审慎并建议扩大队伍,但大流士予以驳斥,坚决要求当即动手。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.71.1

συνελθόντες δὲ οὗτοι ἐόντες ἑπτὰ ἐδίδοσαν σφίσι πίστις καὶ λόγους. ἐπείτε δὲ ἐς Δαρεῖον ἀπίκετο γνώμην ἀποφαίνεσθαι,1 ἔλεγέ σφι τάδε.

这七个人聚集在一起后,便互相信誓、交换了誓言。当轮到大流士发表意见时,他向他们这样说道:

§3.71.2

ἐγὼ ταῦτα ἐδόκεον μὲν αὐτὸς μοῦνος ἐπίστασθαι, ὅτι τε ὁ Μάγος εἴη ὁ βασιλεύων καὶ Σμέρδις ὁ Κύρου τετελεύτηκε· καὶ αὐτοῦ τούτου εἵνεκεν ἥκω σπουδῇ ὡς συστήσων ἐπὶ τῷ Μάγῳ θάνατον. ἐπείτε δὲ συνήνεικε ὥστε2 καὶ ὑμέας εἰδέναι καὶ μὴ μοῦνον ἐμέ, ποιέειν αὐτίκα μοι δοκέει καὶ μὴ ὑπερβάλλεσθαι· οὐ γὰρ ἄμεινον.

“我本来以为只有我自己一个人知道这些事,即当政的是马格斯,而库鲁斯的儿子斯梅尔迪斯已经死了;正是为了这个缘故,我才急匆匆地赶来,想要密谋除掉马格斯。但既然事情凑巧,使你们也知道了而不再是我独自一人,我认为我们应当立即动手,绝不能拖延;因为拖延绝无好处。”

§3.71.3

εἶπε πρὸς ταῦτα ὁ Ὀτάνης ὦ παῖ Ὑστάσπεος, εἶς3 τε πατρὸς ἀγαθοῦ καὶ ἐκφαίνειν ἔοικας σεωυτὸν ἐόντα τοῦ πατρὸς οὐδὲν ἥσσω· τὴν μέντοι ἐπιχείρησιν ταύτην μὴ οὕτω συντάχυνε ἀβούλως, ἀλλʼ ἐπὶ τὸ σωφρονέστερον αὐτὴν λάμβανε· δεῖ γὰρ πλεῦνας γενομένους οὕτω ἐπιχειρέειν.

对此,奥塔涅斯说道: “希斯塔斯佩斯之子啊,你是一位优秀父亲的儿子,看来你也正在展现自己绝不亚于你的父亲。然而,切不可如此轻率地急于这一行动,而是要更审慎地对待它;因为我们必须在人数增加之后,再以此种方式动手。”

§3.71.4

λέγει πρὸς ταῦτα Δαρεῖος ἄνδρες οἱ παρεόντες, τρόπῳ τῷ εἰρημένῳ ἐξ Ὀτάνεω εἰ χρήσεσθε, ἐπίστασθε ὅτι ἀπολέεσθε κάκιστα· ἐξοίσει γάρ τις πρὸς τὸν Μάγον, ἰδίῃ περιβαλλόμενος ἑωυτῷ κέρδεα.

对此,大流士说道: “在座的诸位,如果你们采用奥塔涅斯所说的办法,请记住你们必将死得极其凄惨;因为必然会有人为了个人私利,去向马格斯告密。

§3.71.5

μάλιστα μέν νυν ὠφείλετε ἐπʼ ὑμέων αὐτῶν βαλλόμενοι4 ποιέειν ταῦτα· ἐπείτε δὲ ὑμῖν ἀναφέρειν ἐς πλεῦνας ἐδόκεε καὶ ἐμοὶ ὑπερέθεσθε, ἢ ποιέωμεν σήμερον ἢ ἴστε ὑμῖν ὅτι ἢν ὑπερπέσῃ ἡ νῦν ἡμέρη, ὡς5 οὐκ ἄλλος φθὰς ἐμεῦ κατήγορος ἔσται, ἀλλά σφεα αὐτὸς ἐγὼ κατερέω πρὸς τὸν Μάγον.

本来,你们最应该凭你们自己(的决意)去做这件事;但既然你们认为应当让更多人参与,并且也向我商量了此事,那么我们要么在今天动手,要么你们就记住:如果今天这天过去了,不等别人先去告发,我自己就会去向马格斯揭发此事。”

语法注5 条
  1. 3.71.1ἐς Δαρεῖον ἀπίκετο γνώμην ἀποφαίνεσθαι

    意为“轮到大流士”。前置词短语 ἐς ... ἀπικνέεσθαι 为无人称表达,表示“(顺序或机会)轮到某人”,此处不定式短语 γνώμην ἀποφαίνεσθαι(发表意见)在句中充当实际上的主语。

  2. 3.71.2συνήνεικε ὥστε

    动词 συμφέρω 的不定过去时无人称形式 συνήνεικε 意为“事情发生、结果是”,后接表示结果的连词 ὥστε(加不定式)来阐明具体发生的事态。

  3. 3.71.3εἶς

    并非数词“一”(εἷς),而是存在动词 εἰμί 的第二人称单数现在时 εἶ 在爱奥尼亚方言中添加特征性后缀 -ς 后的形式,意为“你是”。

  4. 3.71.5ἐπʼ ὑμέων αὐτῶν βαλλόμενοι

    意为“凭借你们自己、自发地”的惯用表达。由介词 ἐπί 加上属格,与动词 βάλλω 的中介态分词(由“置于自身、自我谋划”之意引申而来)组合而成。

  5. 3.71.5ὅτι ... ὡς

    由于引导连词重复而导致的句法破格(anacoluthon)。在引导动词 ἴστε 的宾语从句连词 ὅτι 之后,由于插入了条件从句 ἢν ὑπερπέσῃ...,导致主句重新开始时又重复使用了另一个引导词 ὡς,使语法结构发生重叠。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.71.1-3.71.5