- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.6.1-3.6.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
希罗多德解释了为什么尽管每年有两次大量的葡萄酒输入埃及,却看不到空酒罐。这些被腾空的酒罐被收集起来装满水,并被运往叙利亚的干旱地区作储水之用。
τὸ δὲ ὀλίγοι τῶν ἐς Αἴγυπτον ναυτιλλομένων ἐννενώκασι, τοῦτο ἔρχομαι φράσων.1 ἐς Αἴγυπτον ἐκ τῆς Ἑλλάδος πάσης καὶ πρὸς ἐκ Φοινίκης κέραμος ἐσάγεται πλήρης οἴνου δὶς τοῦ ἔτεος ἑκάστου, καὶ ἓν κεράμιον οἰνηρὸν ἀριθμῷ κεινὸν οὐκ ἔστι ὡς λόγῳ εἰπεῖν ἰδέσθαι.2
我现在要说明一件事,这是那些乘船前往埃及的人中极少有人注意到的。每年两次,从整个希腊,而且还从腓尼基,装满葡萄酒的陶罐被运入埃及,但可以说,在数量上连一个空酒罐也见不到。
κοῦ δῆτα, εἴποι τις ἄν,3 ταῦτα ἀναισιμοῦται; ἐγὼ καὶ τοῦτο φράσω· δεῖ τὸν μὲν δήμαρχον ἕκαστον ἐκ τῆς ἑωυτοῦ πόλιος συλλέξαντα πάντα τὸν κέραμον ἄγειν ἐς Μέμφιν, τοὺς δὲ ἐκ Μέμφιος ἐς ταῦτα δὴ τὰ ἄνυδρα τῆς Συρίης κομίζειν πλήσαντας ὕδατος. οὕτω ὁ ἐπιφοιτέων κέραμος καὶ ἐξαιρεόμενος ἐν Αἰγύπτῳ ἐπὶ τὸν παλαιὸν4 κομίζεται ἐς Συρίην.
“那么,”有人可能会问,“这些东西都在哪里消耗掉了呢?”我也来解释一下:每个地方官必须从自己的城市收集所有的陶罐并送到孟斐斯,而孟斐斯的人们则必须将这些陶罐装满水,运到叙利亚的这些缺水地区。就这样,不断运到埃及并在那里被腾空的陶罐,又被运往叙利亚,加到旧的陶罐中去。
- 3.6.1ἔρχομαι φράσων
动词 ἔρχομαι 搭配主动未来分词 φράσων,表示即将发生的未来意图(“我将要说明”)。
- 3.6.1οὐκ ἔστι ... ἰδέσθαι
非人称动词 ἔστι(可以、可能)后面接不定式(不定过去时中动语态 ἰδέσθαι),表示可能性的否定(“不可能看见”)。
- 3.6.2εἴποι τις ἄν
祈愿语气 εἴποι 搭配语气词 ἄν 构成潜在祈愿语气,表示假设性的推测(“有人可能会说”),用于引入预想中的读者提问。
- 3.6.2ἐπὶ τὸν παλαιὸν
介词 ἐπί 加上宾格 τὸν παλαιὸν(“旧[陶罐]”)表示追加或追随,意为“为了加到旧陶罐中去”或“顺着旧陶罐的去向”。
