- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.53.1-3.53.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
随着佩里安德年迈,他试图召回在克基拉的儿子吕科弗龙来继承僭主之位,并派女儿前去说服。吕科弗龙最终以父亲隐退为条件表示同意,但克基拉人因惧怕佩里安德到来而杀害了该青年。
ἐπεὶ δὲ τοῦ χρόνου προβαίνοντος ὅ τε Περίανδρος παρηβήκεε καὶ συνεγινώσκετο ἑωυτῷ οὐκέτι εἶναι δυνατὸς1 τὰ πρήγματα ἐπορᾶν τε καὶ διέπειν, πέμψας ἐς τὴν Κέρκυραν ἀπεκάλεε τὸν Λυκόφρονα ἐπὶ τὴν τυραννίδα· ἐν γὰρ δὴ τῷ πρεσβυτέρῳ τῶν παίδων οὔκων ἐνώρα, ἀλλά οἱ κατεφαίνετο εἶναι νωθέστερος.
随着时间的推移,佩里安德已经年迈,并自知不再有能力监督和治理国政,于是他派人去克基拉,召回吕科弗龙来继承僭主之位。因为他在长子身上看不到任何能力,反觉得他十分平庸。
ὁ δὲ Λυκόφρων οὐδὲ ἀνακρίσιος ἠξίωσε τὸν φέροντα τὴν ἀγγελίην. Περίανδρος δὲ περιεχόμενος τοῦ νεηνίεω δεύτερα ἀπέστειλε ἐπʼ αὐτὸν τὴν ἀδελφεήν, ἑωυτοῦ δὲ θυγατέρα, δοκέων μιν μάλιστα ταύτῃ ἂν πείθεσθαι.2
但吕科弗龙甚至认为那传递消息的人不值得理会。然而,佩里安德对这个年轻人执迷不悟,第二次派去了他的姐姐,也就是佩里安德自己的女儿,认为她最能说服他。
ἀπικομένης δὲ ταύτης καὶ λεγούσης, ὦ παῖ, βούλεαι τήν τε τυραννίδα ἐς ἄλλους πεσεῖν καὶ τὸν οἶκον τοῦ πατρὸς διαφορηθέντα μᾶλλον ἢ αὐτός σφεα ἀπελθὼν ἔχειν; ἄπιθι ἐς τὰ οἰκία, παῦσαι σεωυτὸν ζημιῶν.
她到了之后说道: “兄弟,你难道宁愿看着僭主之位落入他人之手,父亲的家产被瓜分,也不愿自己回去继承它们吗?回家去吧,别再惩罚你自己了。
φιλοτιμίη κτῆμα σκαιόν. μὴ τῷ κακῷ τὸ κακὸν ἰῶ. πολλοὶ τῶν δικαίων τὰ ἐπιεικέστερα προτιθεῖσι, πολλοὶ δὲ ἤδη τὰ μητρώια διζήμενοι τὰ πατρώια ἀπέβαλον. τυραννὶς χρῆμα σφαλερόν, πολλοὶ δὲ αὐτῆς ἐρασταί εἰσι, ὁ δὲ γέρων τε ἤδη καὶ παρηβηκώς· μὴ δῷς τὰ σεωυτοῦ ἀγαθὰ ἄλλοισι.
野心是一种有害的财富。不要用恶来医治恶。许多追求公正的人,宁愿选择更温和的解决办法;而且许多人为了追寻母亲的遗产,已经失去了父亲的遗产。僭主之位是个危险的东西,有许多人觊觎它,而父亲已经年迈衰老。不要把属于你自己的财富让给别人。”
ἣ μὲν δὴ τὰ ἐπαγωγότατα διδαχθεῖσα ὑπὸ τοῦ πατρὸς ἔλεγε πρὸς αὐτόν· ὁ δὲ ὑποκρινάμενος ἔφη οὐδαμὰ ἥξειν ἐς Κόρινθον, ἔστʼ ἂν πυνθάνηται περιεόντα3 τὸν πατέρα.
她确实用父亲所授最动听的话向他劝说;但他回答说,只要他听说父亲还在世,他就绝不回科林斯。
ἀπαγγειλάσης δὲ ταύτης ταῦτα, τὸ τρίτον Περίανδρος κήρυκα πέμπει βουλόμενος αὐτὸς μὲν ἐς Κέρκυραν ἥκειν, ἐκεῖνον δὲ ἐκέλευε ἐς Κόρινθον ἀπικόμενον διάδοχον γίνεσθαι τῆς τυραννίδος.
当她回报了这些话后,佩里安德第三次派去使者,表示自己愿意前往克基拉,而要求他前往科林斯,继承僭主之位。
καταινέσαντος δὲ ἐπὶ τούτοισι τοῦ παιδός, ὁ μὲν Περίανδρος ἐστέλλετο ἐς τὴν Κέρκυραν, ὁ δὲ παῖς οἱ ἐς τὴν Κόρινθον. μαθόντες δὲ οἱ Κερκυραῖοι τούτων ἕκαστα, ἵνα μή σφι Περίανδρος ἐς τὴν χώρην ἀπίκηται, κτείνουσι τὸν νεηνίσκον. ἀντὶ τούτων μὲν Περίανδρος Κερκυραίους ἐτιμωρέετο.
青年同意了这些条件后,佩里安德便动身前往克基拉,而他的儿子则前往科林斯接替他。然而克基拉人得知了这其中的每一步计划,为了不让佩里安德来到他们的土地上,他们杀死了这个年轻人。为了报复这笔账,佩里安德对克基拉人进行了惩罚。
- 3.53.1συνεγινώσκετο ἑωυτῷ οὐκέτι εἶναι δυνατὸς
意为“自知自己……”的反身结构。不定式补语 δυνατὸς 采用主格(单数阳性),与主句动词(συνεγινώσκετο)的主语一致。这是因为不定式的逻辑主语与主句主语(佩里安德)相同,故不用宾格而用主格。
- 3.53.2δοκέων μιν μάλιστα ταύτῃ ἂν πείθεσθαι
伴随不定式 πείθεσθαι 的 ἄν 表示间接引语中的潜能希求法(即 ἂν πείθοιτο 转移至 δοκέων 后的形式)。μιν(他)是不定式的逻辑主语(宾格),而 ταύτῃ(因她/被她)则是表示行为者或手段的与格。
- 3.53.5ἔστʼ ἂν πυνθάνηται περιεόντα
ἔστ' ἂν 伴随虚拟语气(πυνθάνηται)表示时间界限(“只要……就”)。分词 περιεόντα(源自 περιεῖναι,“活着/幸存”)为阳性单数宾格,与 τὸν πατέρα 一致,作为知觉动词 πυνθάνηται 的补充分词,构成间接陈述。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
