← 希罗多德

历史

§3.42.1-3.42.4

鱼腹中失而复得的印章戒指

渔夫将捕获的大鱼献给波吕克拉特斯,仆人们剖开鱼腹时竟发现了先前扔进海里的印章戒指;波吕克拉特斯感到这是神意,便写信将此事告知埃及的阿玛西斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.42.1

πέμπτῃ δὲ ἢ ἕκτῃ ἡμέρῃ ἀπὸ τούτων τάδε οἱ συνήνεικε1 γενέσθαι. ἀνὴρ ἁλιεὺς λαβὼν ἰχθὺν μέγαν τε καὶ καλὸν ἠξίου μιν Πολυκράτεϊ δῶρον δοθῆναι· φέρων δὴ ἐπὶ τὰς θύρας Πολυκράτεϊ ἔφη ἐθέλειν ἐλθεῖν ἐς ὄψιν, χωρήσαντος δέ οἱ τούτου2 ἔλεγε διδοὺς τὸν ἰχθύν ὦ βασιλεῦ, ἐγὼ τόνδε ἑλὼν οὐκ ἐδικαίωσα φέρειν ἐς ἀγορήν, καίπερ ἐὼν ἀποχειροβίοτος, ἀλλά μοι ἐδόκεε σεῦ τε εἶναι ἄξιος καὶ τῆς σῆς ἀρχῆς· σοὶ δή μιν φέρων δίδωμι. ὁ δὲ ἡσθεὶς τοῖσι ἔπεσι ἀμείβεται τοῖσιδε. κάρτα τε εὖ ἐποίησας καὶ χάρις διπλῆ τῶν τε λόγων καὶ τοῦ δώρου, καί σε ἐπὶ δεῖπνον καλέομεν.

而在这些事过后的第五天或第六天,发生了以下这样的一件事。一个渔夫捕到了一条又大又美丽的鱼,认为应当把它作为礼物送给波吕克拉特斯。他于是把它带到宫门前,说希望晋见波吕克拉特斯。这事获准之后,他呈上鱼并说道:“大王啊,我捕获了这条鱼,虽然我是个靠双手糊口的人,却认为不该把它带到市场上去卖,而在我看来,它配得上您,也配得上您的统治。因此我把它带给您并献上。” 波吕克拉特斯听了这些话非常高兴,回答道: “你做得非常好,对于你的话语和你的礼物,我表示双重的感谢;我们邀请你来共进晚餐。”

§3.42.3

ὃ μὲν δὴ ἁλιεὺς μέγα ποιεύμενος ταῦτα ἤιε ἐς τὰ οἰκία, τὸν δὲ ἰχθὺν τάμνοντες οἱ θεράποντες εὑρίσκουσι ἐν τῇ νηδύι αὐτοῦ ἐνεοῦσαν τὴν Πολυκράτεος σφρηγῖδα.

于是,渔夫觉得这是极大的光荣,高高兴兴地回家去了。而仆人们在剖开这条鱼时,在它的肚子里发现了波吕克拉特斯的那枚印章戒指。

§3.42.4

ὡς δὲ εἶδόν τε καὶ ἔλαβον τάχιστα, ἔφερον κεχαρηκότες παρὰ τὸν Πολυκράτεα, διδόντες δέ οἱ τὴν σφρηγῖδα ἔλεγον ὅτεῳ τρόπῳ εὑρέθη. τὸν δὲ ὡς ἐσῆλθε3 θεῖον εἶναι τὸ πρῆγμα, γράφει ἐς βυβλίον πάντα τὰ ποιήσαντά μιν οἷα καταλελάβηκε, γράψας δὲ ἐς Αἴγυπτον ἐπέθηκε.

他们一看见并拿到它,就兴高采烈地把它送到波吕克拉特斯面前,在把印章戒指交给他时,诉说了它是如何被发现的。当他意识到这件事情有神意在其中时,便在一本书信上写下了自己所做的一切,以及在他身上发生了什么事,写好之后,便派人送往埃及。

语法注3 条
  1. 3.42.1συνήνεικε

    用作无人称动词,带不定式 γενέσθαι,意为“发生了……”。这是爱奥尼亚方言形式,相当于雅典方言的 συνέβη。

  2. 3.42.1χωρήσαντος δέ οἱ τούτου

    属格独立结构。τούτου 指前文的“晋见”(ἐλθεῖν ἐς ὄψιν),οἱ 是指代渔夫的与格。意为“当这件事为他办妥(获准)时”。

  3. 3.42.4τὸν δὲ ὡς ἐσῆλθε

    τὸν 是单数宾格代词,指代波吕克拉特斯,作动词 ἐσῆλθε(ἐσέρχομαι“涌上心头”的过去时第三人称单数)的直接宾语。主语是带不定式的宾格从句 θεῖον εἶναι τὸ πρῆγμα(“这件事是神意的作用”)。字面意思是“当这件事是神意所为的想法涌上他心头时”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.42.1-3.42.4