- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.39.1-3.39.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
在冈比西斯远征埃及期间,斯巴达对萨摩斯僭主波吕克拉特斯发动了远征。文中详细叙述了波吕克拉特斯如何夺取独裁政权、与埃及结盟并进行广泛的海上扩张掠夺。
Καμβύσεω δὲ ἐπʼ Αἴγυπτον στρατευομένου ἐποιήσαντο καὶ Λακεδαιμόνιοι στρατηίην ἐπὶ Σάμον τε καὶ Πολυκράτεα τὸν Αἰάκεος· ὃς ἔσχε Σάμον ἐπαναστάς, καὶ τὰ μὲν πρῶτα τριχῇ δασάμενος τὴν πόλιν τοῖσι ἀδελφεοῖσι Πανταγνώτῳ καὶ Συλοσῶντι ἔνειμε, μετὰ δὲ τὸν μὲν αὐτῶν ἀποκτείνας τὸν δὲ νεώτερον Συλοσῶντα ἐξελάσας ἔσχε πᾶσαν Σάμον, σχὼν δὲ ξεινίην Ἀμάσι τῷ Αἰγύπτου βασιλέι συνεθήκατο, πέμπων τε δῶρα καὶ δεκόμενος ἄλλα παρʼ ἐκείνου.
在冈比西斯进军埃及期间,拉刻代蒙人也对萨摩斯以及埃阿克斯之子波吕克拉特斯发动了远征;波吕克拉特斯是通过发动起义而夺取萨摩斯的。起初,他将城邦一分为三,分给他的兄弟潘塔格诺图斯和希洛松,但后来,他杀死了他们中的一个,并驱逐了年轻的希洛松,从而独占了整个萨摩斯。在确立统治后,他与埃及国王阿玛西斯结为友好同盟,向其赠送礼物,并从对方那里接受其他礼物。
ἐν χρόνῳ δὲ ὀλίγῳ αὐτίκα τοῦ Πολυκράτεος τὰ πρήγματα ηὔξετο καὶ ἦν βεβωμένα ἀνά τε τὴν Ἰωνίην καὶ τὴν ἄλλην Ἑλλάδα· ὅκου γὰρ ἰθύσειε στρατεύεσθαι, πάντα οἱ ἐχώρεε εὐτυχέως. ἔκτητο δὲ πεντηκοντέρους τε ἑκατὸν καὶ χιλίους τοξότας, ἔφερε δὲ καὶ ἦγε1 πάντας διακρίνων οὐδένα·
在很短的时间内,波吕克拉特斯的势力立刻壮大起来,其名声传遍了伊奥尼亚和希腊其余地方;因为无论他计划进军何处,一切都对他十分顺利。他拥有百艘五十桨船和一千名弓箭手,他进行掠夺时不分彼此,不把任何人区别对待。
τῷ γὰρ φίλῳ ἔφη χαριεῖσθαι μᾶλλον ἀποδιδοὺς τὰ ἔλαβε ἢ ἀρχὴν μηδὲ λαβών.2 συχνὰς μὲν δὴ τῶν νήσων ἀραιρήκεε, πολλὰ δὲ καὶ τῆς ἠπείρου ἄστεα· ἐν δὲ δὴ καὶ Λεσβίους πανστρατιῇ βοηθέοντας Μιλησίοισι ναυμαχίῃ κρατήσας εἷλε, οἳ τὴν τάφρον περὶ τὸ τεῖχος τὸ ἐν Σάμῳ πᾶσαν δεδεμένοι ὤρυξαν.
因为他说,比起最初根本不夺取任何东西,将夺来的东西归还给朋友,会更能取悦朋友。他确实已经攻占了许多岛屿,以及大陆上的许多城市;特别是在一场海战中,他击败并俘虏了全军动员前来援助米利都人的莱斯博斯人,这些莱斯博斯人在被捆绑着的状态下,挖通了萨摩斯城墙周围的整条壕沟。
- 3.39.3ἔφερε δὲ καὶ ἦγε
结合了 φέρω 和 ἄγω 的习惯用语,字面意思是将牲畜或人“驱赶带走”(ἄγω)以及将财物“运走”(φέρω),引申为“掠夺”或“洗劫”。此处使用未完成过去时,表示他持续不断的掠夺行为。
- 3.39.4ἀρχὴν μηδὲ λαβών
名词 ἀρχή 的单数宾格形式 ἀρχήν 在此处用作副词,与否定词(此处为 μηδέ)连用,表示“根本不”、“起初完全不”。它修饰分词 λαβών,意为“最初甚至根本不夺取”。
