- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.35.1-3.35.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
冈比西斯在愤怒中射穿了普雷克萨斯佩斯之子的心脏,以此证明自己并未发疯。在强迫普雷克萨斯佩斯赞美其射术后,他又毫无正当理由地将十二名波斯显贵头朝下活埋。
τούτων δὴ ὦν ἐπιμνησθέντα ὀργῇ λέγειν1 πρὸς τὸν Πρηξάσπεα σύ νυν μάθε εἰ λέγουσι Πέρσαι ἀληθέα εἴτε αὐτοὶ λέγοντες ταῦτα παραφρονέουσι·
冈比西斯记起这些事,便愤怒地对普雷克萨斯佩斯说:“现在你就来看看,到底是波斯人说的是实话,还是他们自己说这些话是疯了。
εἰ μὲν γὰρ τοῦ παιδὸς τοῦ σοῦ τοῦδε ἑστεῶτος ἐν τοῖσι προθύροισι βαλὼν τύχοιμι μέσης τῆς καρδίης, Πέρσαι φανέονται λέγοντες οὐδέν· ἢν δὲ ἁμάρτω, φάναι2 Πέρσας τε λέγειν ἀληθέα καί με μὴ σωφρονέειν.
因为,如果我一箭射中站门廊里的你这个儿子的心脏正中,那么波斯人就会被证明是在胡说八道;但如果我射偏了,你就承认波斯人说的是实话,而我确实丧失了理智。”
ταῦτα δὲ εἰπόντα καὶ διατείναντα τὸ τόξον βαλεῖν τὸν παῖδα, πεσόντος δὲ τοῦ παιδὸς ἀνασχίζειν αὐτὸν κελεύειν καὶ σκέψασθαι τὸ βλῆμα· ὡς δὲ ἐν τῇ καρδίῃ εὑρεθῆναι ἐνεόντα τὸν ὀιστόν,3 εἰπεῖν πρὸς τὸν πατέρα τοῦ παιδὸς γελάσαντα καὶ περιχαρέα γενόμενον Πρήξασπες, ὡς μὲν ἐγὼ τε οὐ μαίνομαι Πέρσαι τε παραφρονέουσι, δῆλά τοι γέγονε. νῦν δέ μοι εἰπέ, τίνα εἶδες ἤδη πάντων ἀνθρώπων οὕτω ἐπίσκοπα τοξεύοντα; Πρηξάσπεα δὲ ὁρῶντα ἄνδρα οὐ φρενήρεα καὶ περὶ ἑωυτῷ δειμαίνοντα εἰπεῖν δέσποτα, οὐδʼ ἂν αὐτὸν ἔγωγε δοκέω τὸν θεὸν οὕτω ἂν καλῶς βαλεῖν.4
他说完这些,拉满弓射向那个孩子。当孩子倒下后,他命令剖开孩子,检查伤口。当发现箭矢正中并在心脏里时,他大笑着,满心欢喜地对孩子的父亲说:“普雷克萨斯佩斯,我没有疯而波斯人才是丧失了理智,这对你来说已经很清楚了。现在告诉我,你可曾见过天下有谁能射得如此精准?” 普雷克萨斯佩斯看出他是一个丧失了理智的人,并为自己的安危感到恐惧,便说道:“主公,我想即便是神明自己也无法射得如此完美。”
τότε μὲν ταῦτα ἐξεργάσατο, ἑτέρωθι δὲ Περσέων ὁμοίους τοῖσι πρώτοισι δυώδεκα ἐπʼ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλὼν ζώοντας ἐπὶ κεφαλὴν κατώρυξε.
当时他做出了这些勾当,另一次,他又毫无正当理由地抓捕了十二个地位与先前那些人同等的波斯显贵,将他们头朝下活埋了。
- 3.35.1λέγειν
不定式 λέγειν(以及随后的 βαλεῖν, κελεύειν, εἰπεῖν)是历史不定式,或依赖于从第3.34.1节延续下来的传闻动词(λέγεται),维持着间接叙述的结构。
- 3.35.2φάναι
此处是不定式用作命令式,表示冈比西斯在直接引语中的命令“承认/说吧……”。
- 3.35.3ὡς δὲ ἐν τῇ καρδίῃ εὑρεθῆναι ἐνεόντα τὸν ὀιστόν
在间接叙述中,由 ὡς 引导的时间从句(“当……时”)其主动词采用了不定式 εὑρεθῆναι。分词 ἐνεόντα 作其补充性分词(表示“发现箭矢在内”)。
- 3.35.4οὐδʼ ἂν αὐτὸν ἔγωγε δοκέω τὸν θεὸν οὕτω ἂν καλῶς βαλεῖν
该不定式短语依赖于动词 δοκέω。助词 ἂν 在句首附近和不定式 βαλεῖν 之前双重出现,强调了可能/虚拟的含义(“会射中”)。
