- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.139.1-3.139.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
作为大流士国王征服萨摩斯岛的起因,文中讲述了萨摩斯流亡者希洛松在埃及远征期间与大流士相遇,并将一件红外衣无偿赠送给他的幸运轶事。
μετὰ δὲ ταῦτα Σάμον βασιλεὺς Δαρεῖος αἱρέει, πολίων πασέων πρώτην Ἑλληνίδων καὶ βαρβάρων, διὰ τοιήνδε τινὰ αἰτίην. Καμβύσεω τοῦ Κύρου στρατευομένου ἐπʼ Αἴγυπτον ἄλλοι τε συχνοὶ ἐς τὴν Αἴγυπτον ἀπίκοντο Ἑλλήνων, οἳ μέν, ὡς οἰκός, κατʼ ἐμπορίην στρατευόμενοι,1 οἳ δὲ τινὲς καὶ αὐτῆς τῆς χώρης θεηταί· τῶν ἦν καὶ Συλοσῶν ὁ Αἰάκεος, Πολυκράτεός τε ἐὼν ἀδελφεὸς καὶ φεύγων ἐκ Σάμου.
此后,大流士国王攻占了萨摩斯,这是在所有希腊和蛮族城市中被他首个攻占的,其原因如下。当居鲁士之子冈比西斯进军埃及的时候,许多其他希腊人也来到了埃及,有些人正如预料的那样是为了经商而随军旅行,有些人则是为了观光该国。在这些人当中也有埃阿克斯之子希洛松,他是波利克拉特斯的兄弟,当时正从萨摩斯流亡。
τοῦτον τὸν Συλοσῶντα κατέλαβε εὐτυχίη τις τοιήδε. λαβὼν χλανίδα καὶ περιβαλόμενος πυρρὴν ἠγόραζε ἐν τῇ Μέμφι· ἰδὼν δὲ αὐτὸν Δαρεῖος, δορυφόρος τε ἐὼν Καμβύσεω καὶ λόγου οὐδενός κω μεγάλου,2 ἐπεθύμησε τῆς χλανίδος καὶ αὐτὴν προσελθὼν ὠνέετο.
这位希洛松碰上了如下的一件幸运事。他得到了一件红色的外衣,披在身上,在孟菲斯的广场上闲逛。大流士看见了他,大流士当时只是冈比西斯的侍卫,还没有什么显赫的地位,他看中了那件外衣,便走上前去想要买下来。
ὁ δὲ Συλοσῶν ὁρέων τὸν Δαρεῖον μεγάλως ἐπιθυμέοντα τῆς χλανίδος, θείῃ τύχῃ χρεώμενος3 λέγει ἐγὼ ταύτην πωλέω μὲν οὐδενὸς χρήματος,4 δίδωμι δὲ ἄλλως, εἴ περ οὕτω δεῖ γενέσθαι πάντως τοι. αἰνέσας ταῦτα ὁ Δαρεῖος παραλαμβάνει τὸ εἷμα.
希洛松见大流士非常渴望得到这件外衣,便在神妙机缘的驱使下说道: “我绝不为任何金钱出卖这件衣服,但如果你一定要得到它,我愿意白白送给你。” 大流士赞许了这番话,便收下了这件衣服。
- 3.139.1στρατευόμενοι
动词 στρατεύομαι 通常意为“远征”或“服兵役”,但在本处,它与前文关于冈比西斯进军的属格独立结构 στρατευομένου 相呼应,意为“旅行”或“随军远征”。与后面的 ἐμπορίην(经商)结合,描绘了那些为了商业目的而随军前往埃及的人。
- 3.139.2λόγου οὐδενός κω μεγάλου
描述或性质属格(genitive of description)。通过连词 τε 与主格名词 δορυφόρος 并列,用以描述当时大流士的社会地位,即“尚无重要地位或名望”。
- 3.139.3θείῃ τύχῃ χρεώμενος
直译为“使用神圣的运气(命运)”。动词 χράομαι(使用、遵循)的分词,在此表示在某种神圣的灵感或命运的无形指引下采取行动。
- 3.139.3οὐδενὸς χρήματος
价格或价值属格(genitive of price/value)。作动词 πωλέω(出售)的修饰成分,表示强烈的否定,即“不以任何金钱(价值)为代价出售”。
