← 希罗多德

历史

§3.137.1-3.137.5

克罗托内人营救德莫凯德斯与波斯人回航

波斯人在克罗托内企图抓捕德莫凯德斯,但遭到克罗托内人的阻击,德莫凯德斯被夺回,波斯人的商船也被夺走,被迫返回亚洲。德莫凯德斯让他们转告大流士,自己已与著名摔跤手米隆的女儿订婚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.137.1

πλέοντες δὲ ἐνθεῦτεν οἱ Πέρσαι καὶ διώκοντες Δημοκήδεα ἀπικνέονται ἐς τὴν Κρότωνα, εὑρόντες δέ μιν ἀγοράζοντα ἅπτοντο αὐτοῦ.

波斯人从那里启航并追击德莫凯德斯,抵达了克罗托内。他们发现他在广场上,便对他动手。

§3.137.2

τῶν δὲ Κροτωνιητέων οἳ μὲν καταρρωδέοντες τὰ Περσικὰ πρήγματα προϊέναι ἕτοιμοι ἦσαν, οἳ δὲ ἀντάπτοντο καὶ τοῖσι σκυτάλοισι ἔπαιον τοὺς Πέρσας προϊσχομένους ἔπεα τάδε. ἄνδρες Κροτωνιῆται, ὁρᾶτε τὰ ποιέετε· ἄνδρα βασιλέος δρηπέτην γενόμενον ἐξαιρέεσθε.

在克罗托内人中,有些人害怕波斯人的力量,准备交出他,但另一些人则予以反击,并用棍棒殴打那些提出如下抗议的波斯人: “克罗托内的男子汉们,看清楚你们在做什么!你们正在抢夺一个从国王那里逃出来的奴隶。”

§3.137.3

κῶς ταῦτα βασιλέι Δαρείῳ ἐκχρήσει περιυβρίσθαι;1 κῶς δὲ ὑμῖν τὰ ποιεύμενα ἕξει καλῶς, ἢν ἀπέλησθε ἡμέας; ἐπὶ τίνα δὲ τῆσδε προτέρην στρατευσόμεθα πόλιν; τίνα δὲ προτέρην ἀνδραποδίζεσθαι περιησόμεθα;

“这种肆意的侮辱怎么能让大流士国王感到满足?如果我们被你们夺走了他,你们的做法又怎能落得好下场?在攻打这所城市之前,我们会先去征讨哪座城市?我们又会首先企图将哪座城市降为奴隶?”

§3.137.4

ταῦτα λέγοντες τοὺς Κροτωνιήτας οὔκων ἔπειθον, ἀλλʼ ἐξαιρεθέντες τε τὸν Δημοκήδεα καὶ τὸν γαῦλον τὸν ἅμα ἤγοντο ἀπαιρεθέντες2 ἀπέπλεον ὀπίσω ἐς τὴν Ἀσίην, οὐδʼ ἔτι ἐζήτησαν τὸ προσωτέρω τῆς Ἑλλάδος ἀπικόμενοι ἐκμαθεῖν, ἐστερημένοι τοῦ ἡγεμόνος.

尽管他们说了这些,但绝未能说服克罗托内人。相反,他们被夺回了德莫凯德斯,连同他们一起带来的商船也被夺走,于是他们启航返回亚洲,并且由于失去了向导,他们不再试图深入希腊去进行考察。

§3.137.5

τοσόνδε μέντοι ἐνετείλατό σφι Δημοκήδης ἀναγομένοισι, κελεύων εἰπεῖν σφεας Δαρείῳ ὅτι ἅρμοσται3 τὴν Μίλωνος θυγατέρα Δημοκήδης γυναῖκα. τοῦ γὰρ δὴ παλαιστέω Μίλωνος ἦν οὔνομα πολλὸν παρὰ βασιλέι· κατὰ δὲ τοῦτό μοι δοκέει σπεῦσαι τὸν γάμον τοῦτον τελέσας χρήματα μεγάλα Δημοκήδης, ἵνα φανῇ πρὸς Δαρείου ἐὼν καὶ ἐν τῇ ἑωυτοῦ δόκιμος.

然而,德莫凯德斯在他们起航时对他们作了这样的嘱托,让他们转告大流士,德莫凯德斯已经订婚娶摔跤手米隆的女儿为妻。因为摔跤手米隆的名字在国王那里确实名声显赫。在我看来,德莫凯德斯不惜花大笔钱财来促成并急于办完这桩婚事,正是为了这个原因,好让他在大流士看来,在自己的家乡也是个享有声望的人。

语法注3 条
  1. 3.137.3ἐκχρήσει περιυβρίσθαι

    ἐκχρήσει 是动词 ἐκχράω(足够、令人满意)的将来时第三人称单数,在此作无人称使用。περιυβρίσθαι 是动词 περιυβρίζω(极度侮辱)的被动完成时不定式,其主语是前文的 ταῦτα(这些侮辱)。整句意为“遭受如此肆意的侮辱,怎能让大流士国王感到满足(即大流士怎能姑息)?”

  2. 3.137.4ἐξαιρεθέντες τε τὸν Δημοκήδεα καὶ τὸν γαῦλον ... ἀπαιρεθέντες

    在主动语态中要求双宾格(“夺走某人的某物/某人”)的动词 ἐξαιρέω 和 ἀφαιρέω,在此处以被动过去分词(主格、复数、阳性,与波斯人一致)的形式出现。因此,被夺走的对象“德莫凯德斯”和“商船(γαῦλος)”在被动语态中仍保持宾格(残留宾格)。

  3. 3.137.5ἅρμοσται

    动词 ἁρμόζω(使适合、[中间语态]与……订婚)的第三人称单数中间/被动完成时。此处作中间语态使用,表示主语的自觉行为(“为自己定下婚约”),以宾格的 τὴν Μίλωνος θυγατέρα(米隆的女儿)作直接宾语,γυναῖκα(作为妻子)作宾语补足语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.137.1-3.137.5