← 希罗多德

历史

§3.136.1-3.136.2

勘察希腊与德莫凯德斯逃回克罗托内

德莫凯德斯和波斯人从西顿启航,视察希腊各地后抵达意大利的塔兰托。塔兰托国王阿利斯托菲里德斯为协助德莫凯德斯逃跑而暂时扣留了波斯人,德莫凯德斯借机逃回了家乡克罗托内。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.136.1

καταβάντες δὲ οὗτοι ἐς Φοινίκην καὶ Φοινίκης ἐς Σιδῶνα πόλιν αὐτίκα μὲν τριήρεας δύο ἐπλήρωσαν, ἅμα δὲ αὐτῇσι καὶ γαῦλον μέγαν παντοίων ἀγαθῶν· παρεσκευασμένοι δὲ πάντα ἔπλεον ἐς τὴν Ἑλλάδα, προσίσχοντες δὲ αὐτῆς τὰ παραθαλάσσια ἐθηεῦντο καὶ ἀπεγράφοντο, ἐς ὃ τὰ πολλὰ αὐτῆς καὶ ὀνομαστὰ θεησάμενοι ἀπίκοντο τῆς Ἰταλίης ἐς Τάραντα.

这些人下到腓尼基,并来到腓尼基的西顿城。他们立即装备了两艘三段铎船,同时也配备了一艘装满各种好东西的大型商船。他们做好了一切准备,便向希腊航行,每当在沿海地区靠岸时,他们便进行视察并记录下来。直到视察完希腊的大部分及著名的地方后,他们来到了意大利的塔兰托。

§3.136.2

ἐνθαῦτα δὲ ἐκ ῥηστώνης τῆς Δημοκήδεος1 Ἀριστοφιλίδης τῶν Ταραντίνων ὁ βασιλεὺς τοῦτο μὲν τὰ πηδάλια παρέλυσε τῶν Μηδικέων νεῶν, τοῦτο δὲ2 αὐτοὺς τοὺς Πέρσας εἶρξε ὡς κατασκόπους δῆθεν ἐόντας. ἐν ᾧ δὲ οὗτοι ταῦτα ἔπασχον, ὁ Δημοκήδης ἐς τὴν Κρότωνα ἀπικνέεται· ἀπιγμένου δὲ ἤδη τούτου ἐς τὴν ἑωυτοῦ ὁ Ἀριστοφιλίδης ἔλυσε τοὺς Πέρσας, καὶ τὰ παρέλαβε τῶν νεῶν3 ἀπέδωκέ σφι.

在那里,为了给德莫凯德斯行方便,塔兰托人的国王阿利斯托菲里德斯一方面拆卸了美底亚船只的舵,另一方面把波斯人自己监禁起来,借口说他们是间谍。当这些人遭受这些待遇时,德莫凯德斯抵达了克罗托内。当他已经到达自己的家乡后,阿利斯托菲里德斯释放了波斯人,并将从船上拿走的东西归还给他们。

语法注3 条
  1. 3.136.2ἐκ ῥηστώνης τῆς Δημοκήδεος

    意为“为了给德莫凯德斯行方便”。属格 τῆς Δημοκήδεος 作宾格性属格使用。ῥηστώνη 原意为“轻松、缓解”,在此处引申为向某人提供的“便利、恩惠”。

  2. 3.136.2τοῦτο μὲν ... τοῦτο δὲ ...

    相当于雅典方言中 τὸ μὲν ... τὸ δέ ... (一方面……,另一方面……)的爱奥尼亚方言副词性表达。

  3. 3.136.2τὰ παρέλαβε τῶν νεῶν

    爱奥尼亚方言的特征,其中中性复数宾格冠词 τὰ 被用作关系代词以代替 ἃ。该关系从句意为“他从船上拿走的东西”,整体作为 ἀπέδωκε 的直接宾语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.136.1-3.136.2