← 希罗多德

历史

§3.131.1-3.131.3

德莫凯德斯的经历与克罗同医术的盛名

记述了德莫凯德斯从克罗同经埃吉纳、阿特奈,最终受雇于萨摩斯岛波留克拉特斯的经历,并提到当时克罗同医术与阿尔戈斯音乐的极高声誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.131.1

ὁ δὲ Δημοκήδης οὗτος ὧδε ἐκ Κρότωνος ἀπιγμένος Πολυκράτεϊ ὡμίλησε· πατρὶ συνείχετο ἐν τῇ Κρότωνι ὀργὴν χαλεπῷ·1 τοῦτον ἐπείτε οὐκ ἐδύνατο φέρειν, ἀπολιπὼν οἴχετο ἐς Αἴγιναν. καταστὰς δὲ ἐς ταύτην πρώτῳ ἔτεϊ ὑπερεβάλετο τοὺς ἄλλους ἰητρούς, ἀσκευής περ ἐὼν καὶ ἔχων οὐδὲν τῶν ὅσα περὶ τὴν τέχνην ἐστὶ ἐργαλήια.

这位德莫凯德斯是经历如下过程从克罗同来到这里,并与波留克拉特斯交往的。他在克罗同曾受到脾气暴躁的父亲的严厉管束;由于无法忍受父亲,他便抛下父亲前往埃吉纳。在当地定居后,尽管他毫无准备,也没有任何行医所需的工具,但在第一年里他就超越了其他的医生。

§3.131.2

καί μιν δευτέρῳ ἔτεϊ ταλάντου Αἰγινῆται δημοσίῃ μισθοῦνται, τρίτῳ δὲ ἔτεϊ Ἀθηναῖοι ἑκατὸν μνέων, τετάρτῳ δὲ ἔτεϊ Πολυκράτης δυῶν ταλάντων. οὕτω μὲν ἀπίκετο ἐς τὴν Σάμον, καὶ ἀπὸ τούτου τοῦ ἀνδρὸς οὐκ ἥκιστα Κροτωνιῆται ἰητροὶ εὐδοκίμησαν.

第二年,埃吉纳人以一塔兰同的公费聘请他,第三年阿特奈人以一百米纳聘请他,第四年波留克拉特斯以两塔兰同聘请他。他就是这样来到萨摩斯的,由于这个人的缘故,克罗同的医生们极大地赢得了声誉。

§3.131.3

ἐγένετο γὰρ ὦν τοῦτο ὅτε πρῶτοι μὲν Κροτωνιῆται ἰητροὶ ἐλέγοντο ἀνὰ τὴν Ἑλλάδα εἶναι, δεύτεροι δὲ Κυρηναῖοι. κατὰ τὸν αὐτὸν δὲ τοῦτον χρόνον καὶ Ἀργεῖοι ἤκουον2 μουσικὴν εἶναι Ἑλλήνων πρῶτοι.

因为这正发生在克罗同的医生被公认为全希腊第一、库雷内的医生被公认为第二的时期。而大约在同一时期,阿尔戈斯人也因音乐而在希腊人中名列第一而享有盛誉。

语法注2 条
  1. 3.131.1ὀργὴν χαλεπῷ

    ὀργήν(意为“脾气”、“性情”)是关系宾格,修饰形容词 χαλεπῷ(意为“脾气暴躁的”),表示“在脾气上难以相处的(父亲)”。

  2. 3.131.3ἤκουον

    动词 ἀκούω 的未完成过去时,在此处不仅表示“听到”,而是具有“(被他人)称为”、“享有……的名声”的被动含义(类似于拉丁语中的 audire),并与不定式 εἶναι 连用。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.131.1-3.131.3