← 希罗多德

历史

§2.96.1-2.96.5

埃及货船巴里斯的建造与航行方式

本节介绍了埃及名为“巴里斯”的货船的独特建造方法(用相思木像砌砖一样拼合,不用肋骨而用横梁和纸草固定)以及其独特的顺流航行与操控方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.96.1

τὰ δὲ δὴ πλοῖά σφι, τοῖσι φορτηγέουσι,1 ἐστὶ ἐκ τῆς ἀκάνθης ποιεύμενα, τῆς ἡ μορφὴ μὲν ἐστὶ ὁμοιοτάτη τῷ Κυρηναίῳ λωτῷ, τὸ δὲ δάκρυον κόμμι ἐστί. ἐκ ταύτης ὦν τῆς ἀκάνθης κοψάμενοι ξύλα ὅσον τε διπήχεα2 πλινθηδὸν συντιθεῖσι ναυπηγεύμενοι τρόπον τοιόνδε·

他们的船,即那些运载货物的船,是用相思木建造的,这种树木的形状极像昔兰尼的莲花,其树液则是树胶。因此,他们从这种相思树上砍下大约两肘长的木材,像砌砖一样把它们拼合起来,用以下的方式造船:

§2.96.2

περὶ γόμφους πυκνοὺς καὶ μακροὺς περιείρουσι τὰ διπήχεα ξύλα· ἐπεὰν δὲ τῷ τρόπῳ τούτῳ ναυπηγήσωνται, ζυγὰ ἐπιπολῆς τείνουσι αὐτῶν· νομεῦσι δὲ οὐδὲν χρέωνται· ἔσωθεν δὲ τὰς ἁρμονίας ἐν ὦν ἐπάκτωσαν3 τῇ βύβλῳ.

他们将两肘长的木材穿在排列紧密且长长的木钉上;当他们用这种方法建好船体后,便在上面横架起横梁。他们完全不使用肋骨,而是从内侧用纸草把缝隙塞紧。

§2.96.3

πηδάλιον δὲ ἓν ποιεῦνται, καὶ τοῦτο διὰ τῆς τρόπιος διαβύνεται. ἱστῷ δὲ ἀκανθίνῳ χρέωνται, ἱστίοισι δὲ βυβλίνοισι. ταῦτα τὰ πλοῖα ἀνὰ μὲν τὸν ποταμὸν οὐ δύναται πλέειν, ἢν μὴ λαμπρὸς ἄνεμος ἐπέχῃ, ἐκ γῆς δὲ παρέλκεται, κατὰ ῥόον δὲ κομίζεται ὧδε·

他们只制造一架舵,并且它穿过龙骨。他们使用的桅杆是相思木制的,而船帆则是纸草制的。这些船除非有强风吹拂,否则无法逆流上行,而必须从陆地上牵引;但若是顺流而下,则是以如下方式运送:

§2.96.4

ἔστι ἐκ μυρίκης πεποιημένη θύρη, κατερραμμένη ῥιπὶ καλάμων, καὶ λίθος τετρημένος διτάλαντος μάλιστά κῃ σταθμόν· τούτων τὴν μὲν θύρην δεδεμένην κάλῳ ἔμπροσθε τοῦ πλοίου ἀπιεῖ ἐπιφέρεσθαι,4 τὸν δὲ λίθον ἄλλῳ κάλῳ ὄπισθε.

有一个用柽柳制成的门板,上面编织着芦苇席,还有一块凿了孔的石头,重量大约有两个塔兰同。在这两样东西中,他们把用绳子系着的门板放在船的前方任其漂流,而把用另一条绳子系着的石头拖在后方。

§2.96.5

ἡ μὲν δὴ θύρη τοῦ ῥόου ἐμπίπτοντος5 χωρέει ταχέως καὶ ἕλκει τὴν βᾶριν (τοῦτο γὰρ δὴ οὔνομα ἐστὶ τοῖσι πλοίοισι τούτοισι), ὁ δὲ λίθος ὄπισθε ἐπελκόμενος καὶ ἐὼν ἐν βυσσῷ κατιθύνει τὸν πλόον. ἔστι δέ σφι τὰ πλοῖα ταῦτα πλήθεϊ πολλά, καὶ ἄγει ἔνια πολλὰς χιλιάδας ταλάντων.

当水流冲击时,门板便迅速移动,并拉动“巴里斯”(这正是这些船的名字),而在后面被拖着且处于河底的石头则使航向保持端直。他们拥有数量极多的这种船,其中一些能装载数千塔兰同。

语法注5 条
  1. 2.96.1τὰ δὲ δὴ πλοῖά σφι, τοῖσι φορτηγέουσι

    代词与格 σφι(σφεῖς 的爱奥尼亚方言与格,“对他们而言”)与同位语分词短语 τοῖσι φορτηγέουσι(运载货物的人)之间的关系。此与格起到了所有与格或关系与格的作用。

  2. 2.96.1ὅσον τε διπήχεα

    关系词 ὅσον 与语气词 τε 的组合(ὅσον τε)是表示大约数量(“约两肘”)的惯用表达。

  3. 2.96.2ἐν ὦν ἐπάκτωσαν

    介词 ἐν 与动词 ἐπάκτωσαν 之间插入了语气词 ὦν(οὖν 的爱奥尼亚方言形式)。这是复合动词(源自 ἐμπάκτουσι 或 ἐμπακτόω)的词素分离(tmesis),此处采用不定过去时直陈式第三人称复数。

  4. 2.96.4τούτων τὴν μὲν θύρην δεδεμένην κάλῳ ἔμπροσθε τοῦ πλοίου ἀπιεῖ ἐπιφέρεσθαι

    动词 ἀπιεῖ(ἀπίημι 的单数第三人称现在时,“放出”、“任其”)支配不定式 ἐπιφέρεσθαι(中被动态,“被运送”、“漂浮”)。两者合在一起表示使役或容许的语义:“他们任由门板在前方漂流”。主语是泛指的“他们(船员)”,由单数第三人称代指。

  5. 2.96.5τοῦ ῥόου ἐμπίπτοντος

    属格独立结构,表示时间或原因(“当水流冲击时”或“由于水流冲击”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.96.1-2.96.5