- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.77.1-2.77.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-05
作者赞扬耕作区埃及人丰富的历史与传统知识,阐述了他们通过定期灌肠保持健康的做法以及得益于稳定气候的强健体魄,并介绍了他们食用麦面面包、大麦酒及腌制鱼鸟的饮食习惯。
αὐτῶν δὲ δὴ Αἰγυπτίων οἳ μὲν περὶ τὴν σπειρομένην Αἴγυπτον οἰκέουσι, μνήμην ἀνθρώπων πάντων ἐπασκέοντες μάλιστα λογιώτατοι εἰσὶ μακρῷ τῶν ἐγὼ ἐς διάπειραν ἀπικόμην,1 τρόπῳ δὲ ζόης τοιῷδε διαχρέωνται· συρμαΐζουσι τρεῖς ἡμέρας ἐπεξῆς μηνὸς ἑκάστου, ἐμέτοισι θηρώμενοι τὴν ὑγιείην καὶ κλύσμασι, νομίζοντες ἀπὸ τῶν τρεφόντων σιτίων πάσας τὰς νούσους τοῖσι ἀνθρώποισι γίνεσθαι.
在埃及人自身当中,那些居住在适宜耕作的埃及地区的人,最注重锻炼和保存记忆,在我所亲自接触和考证过的人当中,他们显然是最博古通今的。他们采用如下的生活方式:每个月连续三天,他们通过服用泻药来清洁肠胃,用催吐和灌肠来追求健康,因为他们认为人类的所有疾病都源自滋养他们的食物。
εἰσὶ μὲν γὰρ καὶ ἄλλως Αἰγύπτιοι μετὰ Λίβυας ὑγιηρέστατοι πάντων ἀνθρώπων τῶν ὡρέων δοκέειν ἐμοὶ εἵνεκα,2 ὅτι οὐ μεταλλάσσουσι αἱ ὧραι· ἐν γὰρ τῇσι μεταβολῇσι τοῖσι ἀνθρώποισι αἱ νοῦσοι μάλιστα γίνονται τῶν τε ἄλλων πάντων καὶ δὴ καὶ τῶν ὡρέων μάλιστα.
因为即使没有这种习惯,埃及人也是除利比亚人之外全人类中最健康的人,依我之见,这应当归功于这里的气候,因为这里的季节不发生剧烈交替。实际上,对人而言,疾病最容易在变化中产生,在所有变化中,尤其是在季节的变化中最为明显。
ἀρτοφαγέουσι δὲ ἐκ τῶν ὀλυρέων ποιεῦντες ἄρτους, τοὺς ἐκεῖνοι κυλλήστις ὀνομάζουσι. οἴνῳ δὲ ἐκ κριθέων πεποιημένῳ διαχρέωνται· οὐ γάρ σφι εἰσὶ ἐν τῇ χώρῃ ἄμπελοι. ἰχθύων δὲ τοὺς μὲν πρὸς ἥλιον αὐήναντες ὠμοὺς σιτέονται, τοὺς δὲ ἐξ ἅλμης τεταριχευμένους.
他们以用二粒小麦制成的面包为主食,他们称这种面包为“库勒斯提斯”。他们饮用大麦酿造的酒,因为在他们的国土上没有葡萄藤。至于鱼类,有的在阳光下晒干后生吃,有的则用盐水腌制后食用。
ὀρνίθων δὲ τούς τε ὄρτυγας καὶ τὰς νήσσας καὶ τὰ μικρὰ τῶν ὀρνίθων ὠμὰ σιτέονται προταριχεύσαντες. τὰ δὲ ἄλλα ὅσα ἢ ὀρνίθων ἢ ἰχθύων σφι ἐστὶ ἐχόμενα, χωρὶς ἢ ὁκόσοι σφι ἱροὶ ἀποδεδέχαται,3 τοὺς λοιποὺς ὀπτοὺς καὶ ἑφθοὺς σιτέονται.
至于鸟类,鹌鹑、野鸭以及小型鸟类,他们都是先加以腌制然后生吃。而他们所拥有的其他所有鸟类或鱼类,除了那些已被指定为神圣之物而除外的,剩下的他们都烤着或煮着吃。
- 2.77.1τῶν ἐγὼ ἐς διάπειραν ἀπικόμην
关系代词 τῶν 作为比较与部分属格,修饰最高级 λογιώτατοι,其先行词被省略。关系从句由 ἐγὼ ἐς διάπειραν ἀπικόμην(字面意为“我曾亲自测试/体验过的人”)构成。
- 2.77.3τῶν ὡρέων δοκέειν ἐμοὶ εἵνεκα
后置介词 εἵνεκα 支配属格 τῶν ὡρέων(指季节、气候)。插入语 δοκέειν ἐμοὶ 是限制性绝对不定式,表示“依我之见”或“在我看来”。
- 2.77.5χωρὶς ἢ ὁκόσοι σφι ἱροὶ ἀποδεδέχαται
副词 χωρίς 与 ἤ 连用,构成表示排除的结构,意为“除了……之外”。动词 ἀποδεδέχαται 是爱奥尼亚方言的第三人称复数完成时被动语态,相当于雅典方言的 ἀποδέδεικνται(被指定、被划定)。
