← 希罗多德

历史

§2.33.1-2.33.4

依伊斯特河对称性对尼罗河流向的推测

作者结束了关于埃特阿尔科斯的叙述,并将那些年轻人发现的大河判定为尼罗河。他运用由已知推测未知的类比方法,将尼罗河的流向与流经欧洲的伊斯特河(多瑙河)进行地理对称上的重构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.33.1

ὁ μὲν δὴ τοῦ Ἀμμωνίου Ἐτεάρχου λόγος ἐς τοῦτό μοι δεδηλώσθω,1 πλὴν ὅτι ἀπονοστῆσαί τε ἔφασκε τοὺς Νασαμῶνας, ὡς οἱ Κυρηναῖοι ἔλεγον, καὶ ἐς τοὺς οὗτοι ἀπίκοντο ἀνθρώπους, γόητας εἶναι ἅπαντας.

关于阿蒙人埃特阿尔科斯的故事,我就交代到这里,但有一点除外,据昔兰尼人说,埃特阿尔科斯声称纳萨莫内斯人都已安全返回,而且他们所到达那里的居民全都是巫师。

§2.33.2

τὸν δὲ δὴ ποταμὸν τοῦτον τὸν παραρρέοντα καὶ Ἐτέαρχος συνεβάλλετο εἶναι Νεῖλον, καὶ δὴ καὶ ὁ λόγος οὕτω αἱρέει. ῥέει γὰρ ἐκ Λιβύης ὁ Νεῖλος καὶ μέσην τάμνων Λιβύην, καὶ ὡς ἐγὼ συμβάλλομαι τοῖσι ἐμφανέσι τὰ μὴ γινωσκόμενα τεκμαιρόμενος,2 τῷ Ἴστρῳ ἐκ τῶν ἴσων μέτρων ὁρμᾶται.3

至于流经那里的这条大河,埃特阿尔科斯也推测它就是尼罗河,而事实和道理也确实支持这一结论。因为尼罗河源自利比亚并将其从中间切断,且正如我通过已知的事物来推测未知的事物而作出的比较,它发源的距离与伊斯特河是等同的。

§2.33.3

Ἴστρος τε γὰρ ποταμὸς ἀρξάμενος ἐκ Κελτῶν καὶ Πυρήνης πόλιος ῥέει μέσην σχίζων τὴν Εὐρώπην· οἱ δὲ Κελτοὶ εἰσὶ ἔξω Ἡρακλέων στηλέων, ὁμουρέουσι δὲ Κυνησίοισι, οἳ ἔσχατοι πρὸς δυσμέων οἰκέουσι τῶν ἐν τῇ Εὐρώπῃ κατοικημένων·

因为伊斯特河发源于凯尔特人和皮雷内城,切断并流经欧洲的中部。凯尔特人位于赫拉克勒斯之柱以外,与居尼西人相邻,而居尼西人是欧洲所有居民中居住在最西方的人。

§2.33.4

τελευτᾷ δὲ ὁ Ἴστρος ἐς θάλασσαν ῥέων τὴν τοῦ Εὐξείνου πόντου διὰ πάσης Εὐρώπης, τῇ Ἰστρίην οἱ Μιλησίων οἰκέουσι ἄποικοι.

伊斯特河流经整个欧洲,最终注入优克辛海,在那个地方,米利都人的殖民者居住在伊斯特里亚。

语法注3 条
  1. 2.33.1δεδηλώσθω

    动词 δηλόω 的完了被动式单数第三人称命令形。这是古典希腊语散文中的公式化表达,用于作者结束某一话题并过渡到下一话题,意为“让它到此被阐明”。

  2. 2.33.2τοῖσι ἐμφανέσι τὰ μὴ γινωσκόμενα τεκμαιρόμενος

    分词 τεκμαιρόμενος(推测)支配表示手段/依据的与格 τοῖσι ἐμφανέσι(可见的事物、已知事实)和作宾语的宾格 τὰ μὴ γινωσκόμενα(未知的事物)。该短语简洁地体现了希罗多德通过类比进行地理和历史推论的方法论。

  3. 2.33.2τῷ Ἴστρῳ ἐκ τῶν ἴσων μέτρων ὁρμᾶται

    与格 τῷ Ἴστρῳ 用作比较与格。与 ἐκ τῶν ἴσων μέτρων(源自等同的距离/尺寸)连用,表示尼罗河与伊斯特河发源于等同的距离,支持了希罗多德关于两条河流地理对称性的假说。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.33.1-2.33.4