- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.125.1-2.125.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
记述金字塔利用木制起重机械呈阶梯状自上而下的建造过程,并结合碑文记录说明工人们的伙食与铁制工具所耗费的巨额开支。
ἐποιήθη δὲ ὧδε αὕτη ἡ πυραμίς· ἀναβαθμῶν τρόπον, τὰς1 μετεξέτεροι κρόσσας οἳ δὲ βωμίδας ὀνομάζουσι, τοιαύτην τὸ πρῶτον ἐπείτε ἐποίησαν αὐτήν, ἤειρον τοὺς ἐπιλοίπους λίθους μηχανῇσι ξύλων βραχέων πεποιημένῃσι, χαμᾶθεν μὲν ἐπὶ τὸν πρῶτον στοῖχον τῶν ἀναβαθμῶν ἀείροντες·
这座金字塔是按如下方式建造的:采用阶梯的形式,有些人称这些阶梯为“克罗萨”,另一些人则称之为“波米德”。当他们最初将其建成这种形状时,他们用短木制成的起重机械抬起其余的石块,首先将它们从地面抬到阶梯的第一层。
ὅκως δὲ ἀνίοι ὁ λίθος ἐπʼ αὐτόν, ἐς ἑτέρην μηχανὴν ἐτίθετο ἑστεῶσαν ἐπὶ τοῦ πρώτου στοίχου, ἀπὸ τούτου δὲ ἐπὶ τὸν δεύτερον εἵλκετο στοῖχον ἐπʼ ἄλλης μηχανῆς·
每当石块升到这一层时,它就会被放置在安置在第一层上的另一台机器上,并从那里通过又一台机器被拖到第二层。
ὅσοι γὰρ δὴ στοῖχοι ἦσαν τῶν ἀναβαθμῶν, τοσαῦται καὶ μηχαναὶ ἦσαν, εἴτε καὶ τὴν αὐτὴν μηχανὴν ἐοῦσαν μίαν τε καὶ εὐβάστακτον μετεφόρεον ἐπὶ στοῖχον ἕκαστον, ὅκως τὸν λίθον ἐξέλοιεν· λελέχθω2 γὰρ ἡμῖν ἐπʼ ἀμφότερα, κατά περ λέγεται.
因为,阶梯有多少层,实际上就有多少台机器;或者,他们也许是将同一台轻便易携的机器在每次取出石块时移动到每一层。这两种说法既然都有人提出,就让我们把它们都记录下来。
ἐξεποιήθη δʼ ὦν τὰ ἀνώτατα αὐτῆς πρῶτα, μετὰ δὲ τὰ ἐχόμενα τούτων ἐξεποίευν, τελευταῖα δὲ αὐτῆς τὰ ἐπίγαια καὶ τὰ κατωτάτω ἐξεποίησαν.
总之,金字塔的最顶部最先被完工,接着他们完工了与此相邻的紧接其下的部分,最后才完工了接触地面以及最底部的部分。
σεσήμανται δὲ διὰ γραμμάτων Αἰγυπτίων ἐν τῇ πυραμίδι ὅσα ἔς τε συρμαίην καὶ κρόμμυα καὶ σκόροδα ἀναισιμώθη τοῖσι ἐργαζομένοισι· καὶ ὡς ἐμὲ εὖ μεμνῆσθαι3 τὰ ὁ ἑρμηνεύς μοι ἐπιλεγόμενος τὰ γράμματα ἔφη, ἑξακόσια καὶ χίλια τάλαντα ἀργυρίου τετελέσθαι.
此外,金字塔上还用埃及文字记载了为工人们购买萝卜、洋葱和大蒜一共花费了多少钱;据我清楚地记得翻译员在为我解读这些文字时所说,一共花费了1600银塔兰特。
εἰ δʼ ἔστι οὕτω ἔχοντα ταῦτα, κόσα οἰκὸς ἄλλα δεδαπανῆσθαι ἐστὶ ἔς τε σίδηρον τῷ4 ἐργάζοντο καὶ σιτία καὶ ἐσθῆτα τοῖσι ἐργαζομένοισι, ὁκότε χρόνον μὲν οἰκοδόμεον τὰ ἔργα τὸν εἰρημένον, ἄλλον δέ, ὡς ἐγὼ δοκέω, ἐν τῷ τοὺς λίθους ἔταμνον καὶ ἦγον καὶ τὸ ὑπὸ γῆν ὄρυγμα ἐργάζοντο, οὐκ ὀλίγον χρόνον.
如果情况确实如此,那么为了他们工作所用的铁器,以及工人们的食物和衣服,还应该另外支出多少费用呢?因为他们不仅在上述的时间内进行建造工程,而且依我之见,在他们开采、运输石块以及建造地下掘土工程时,还度过了另一段为数不短的时间。
- 2.125.1τὰς
阴性复数宾格关系代名词,其先行词是语境中隐含的“台阶”(如 βαθμίδες)。随后的名词 κρόσσας 和 βωμίδας 在与动词 ὀνομάζουσι 构成的双宾语结构中充当宾语补足语(述语宾格)。
- 2.125.4λελέχθω
动词 λέγω 的第三人称单数完成时被动命令式。字面意思是“让其已被陈述”,用以表达一种既定的陈述状态,表明作者决定将两种说法同样地记录在案。
- 2.125.6ὡς ἐμὲ εὖ μεμνῆσθαι
由连词 ὡς 引导、后接“宾格主语+不定式”构成的限制性插入句(绝对不定式),意为“就我清楚地记得而言”。它不从属于主句动词 ἔφη,而是作为限定性短语来修饰整个陈述。
- 2.125.7τῷ
关系代名词 ᾧ(工具与格,“用它”)的爱奥尼亚方言形式。其先行词是中性单数名词 σίδηρον(铁,铁制工具)。
