← 希罗多德

历史

§2.121C.1-2.121C.2

悬尸示众与盗贼之母逼子夺尸

国王悬挂无头尸体以搜捕同伙,而盗贼的母亲则以告密威胁幸存的儿子,逼迫他设法收回兄弟的尸体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.121C.1

ὡς δὲ ἡμέρη ἐγένετο, ἐσελθόντα τὸν βασιλέα ἐς τὸ οἴκημα ἐκπεπλῆχθαι1 ὁρῶντα τὸ σῶμα τοῦ φωρὸς ἐν τῇ πάγῃ ἄνευ τῆς κεφαλῆς ἐόν, τὸ δὲ οἴκημα ἀσινὲς καὶ οὔτε ἔσοδον οὔτε ἔκδυσιν οὐδεμίαν ἔχον. ἀπορεύμενον δέ μιν τάδε ποιῆσαι· τοῦ φωρὸς τὸν νέκυν κατὰ τοῦ τείχεος κατακρεμάσαι, φυλάκους δὲ αὐτοῦ καταστήσαντα ἐντείλασθαί σφι, τὸν ἂν ἴδωνται2 ἀποκλαύσαντα ἢ κατοικτισάμενον, συλλαβόντας ἄγειν πρὸς ἑωυτόν.

天亮后,国王进入石室,震惊地看到落入陷阱的盗贼尸体没有了头颅,而石室却完好无损,且没有任何出入口。在困惑之中,他采取了如下行动:他将那盗贼的尸体悬挂在墙上,并布置了守卫,命令他们如果看到任何人哭泣或表示哀怜,就将其逮捕并带到他面前。

§2.121C.2

ἀνακρεμαμένου δὲ τοῦ νέκυος τὴν μητέρα δεινῶς φέρειν, λόγους δὲ πρὸς τὸν περιεόντα παῖδα ποιευμένην προστάσσειν αὐτῷ ὅτεῳ τρόπῳ δύναται μηχανᾶσθαι ὅκως τὸ σῶμα τοῦ ἀδελφεοῦ καταλύσας κομιεῖ· εἰ δὲ τούτων ἀμελήσει, διαπειλέειν αὐτὴν ὡς ἐλθοῦσα πρὸς τὸν βασιλέα μηνύσει αὐτὸν ἔχοντα τὰ χρήματα.3

当尸体被悬挂起来时,母亲对此感到极其痛苦,她对幸存的儿子说话,命令他无论用什么办法,都要设法把兄弟的尸体放下来并带回来。她威胁说,如果他对此置之不理,她就会去见国王,告发他藏有这些财宝。

语法注3 条
  1. 2.121C.1ἐκπεπλῆχθαι

    与前一模块相同,这是由于希罗多德继续采用间接引语(传闻体)而使用的叙述性不定式。其逻辑主语为宾格的 τὸν βασιλέα,在此起到了主句动词的作用。

  2. 2.121C.1τὸν ἂν ἴδωνται

    定冠词 τὸν 在此充当关系代词(相当于 ὅν)的作用,与 ἂν 及虚拟语气 ἴδωνται 连用,表示泛指的条件或假设(“无论他们看见谁……”)。

  3. 2.121C.2μηνύσει αὐτὸν ἔχοντα τὰ χρήματα

    在 ὡς 引导的间接引语从句中,尽管主语语境处于过去,但仍保留了直接引语中的将来直说法的时态(μηνύσει),而未变为希求法。αὐτὸν ἔχοντα 是分词的补足语用法,意为“他占有财宝(这件事)”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.121C.1-2.121C.2