- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.121B.1-2.121B.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
国王发现财宝减少后在宝库中设置了陷阱。当两兄弟再次潜入时,其中一人落入陷阱,并命令其兄弟斩下自己的头颅以防身份暴露。
ὡς δὲ τυχεῖν τὸν βασιλέα ἀνοίξαντα1 τὸ οἴκημα, θωμάσαι ἰδόντα τῶν χρημάτων καταδεᾶ τὰ ἀγγήια, οὐκ ἔχειν δὲ ὅντινα ἐπαιτιᾶται, τῶν τε σημάντρων ἐόντων σόων2 καὶ τοῦ οἰκήματος κεκληιμένου. ὡς δὲ αὐτῷ καὶ δὶς καὶ τρὶς ἀνοίξαντι αἰεὶ ἐλάσσω φαίνεσθαι τὰ χρήματα (τοὺς γὰρ κλέπτας οὐκ ἀνιέναι κεραΐζοντας), ποιῆσαί μιν τάδε· πάγας προστάξαι ἐργάσασθαι καὶ ταύτας περὶ τὰ ἀγγήια ἐν τοῖσι τὰ χρήματα ἐνῆν στῆσαι.
当国王偶然打开那间石室时,惊奇地发现容器里的财宝减少了,但由于封印完好无损,且石室锁得严严实实,他不知该归咎于谁。当他第二次、第三次打开石室,发现财宝总是显得更少时(因为盗贼们并没有停止掠夺),他便采取了如下行动:他命令制作陷阱,并将其布置在装有财宝的容器周围。
τῶν δὲ φωρῶν ὥσπερ ἐν τῷ πρὸ τοῦ χρόνῳ ἐλθόντων καὶ ἐσδύντος τοῦ ἑτέρου αὐτῶν, ἐπεὶ πρὸς τὸ ἄγγος προσῆλθε, ἰθέως τῇ πάγῃ ἐνέχεσθαι. ὡς δὲ γνῶναι αὐτὸν ἐν οἵῳ κακῷ ἦν, ἰθέως καλέειν τὸν ἀδελφεὸν καὶ δηλοῦν αὐτῷ τὰ παρεόντα, καὶ κελεύειν τὴν ταχίστην ἐσδύντα ἀποταμεῖν αὐτοῦ τὴν κεφαλήν, ὅκως μὴ αὐτὸς ὀφθεὶς καὶ γνωρισθεὶς ὃς εἴη προσαπολέσῃ κἀκεῖνον.3 τῷ δὲ δόξαι εὖ λέγειν, καὶ ποιῆσαί μιν πεισθέντα ταῦτα, καὶ καταρμόσαντα τὸν λίθον ἀπιέναι ἐπʼ οἴκου, φέροντα τὴν κεφαλὴν τοῦ ἀδελφεοῦ.
盗贼们像往常一样走来,其中一人溜了进去,当他接近那只容器时,便立刻落入了陷阱。当他意识到自己处于何等绝境时,立即呼唤他的兄弟并向其说明现状,催促他尽快溜进来斩下自己的头颅,以免自己被发现并认出身份,从而连累他也一同灭亡。兄弟认为他说的很有道理,便被说服照做了,随后将石头重新合上,带着兄弟的人头回了家。
- 2.121B.1ὡς δὲ τυχεῖν τὸν βασιλέα ἀνοίξαντα
在 ὡς 引导的从句中,动词不定式 τυχεῖν 与分词 ἀνοίξαντα 连用,意为“当国王正巧打开(石室)时”。本节中连续使用不定式(τυχεῖν、θωμάσαι、ἔχειν 等)是因为承接了前文的间接引语(传闻)语境,整体构成了带对格主语 τὸν βασιλέα 的“对格与不定式”结构(accusative with infinitive)。
- 2.121B.1τῶν τε σημάντρων ἐόντων σόων
τῶν τε σημάντρων ἐόντων σόων 与 τοῦ οἰκήματος κεκληιμένου 均为属格独立分词结构,由 τε... καί... 连接,并列表示国王“不知该归咎于谁(οὐκ ἔχειν...)”的原因。
- 2.121B.2ὅκως μὴ αὐτὸς ὀφθεὶς καὶ γνωρισθεὶς ὃς εἴη προσαπολέσῃ κἀκεῖνον
目的从句 ὅκως μὴ... προσαπολέσῃ 的主语是落入陷阱的盗贼本人(“以免他自己被看见并被认出……从而也连累那个人灭亡”)。主格分词 ὀφθεὶς καὶ γνωρισθεὶς 与从句的主动词(单数第三人称的 προσαπολέσῃ)一致。此外,间接疑问句中的 ὃς εἴη 使用了斜格希求法(optative in oblique clause),这是因为整个叙事处于过去的间接引语语境中。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
