- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.118.1-2.118.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
赫罗多德从埃及祭司那里得知了源自梅内劳斯本人的特洛伊战争历史背景。希腊军队因不相信特洛伊人关于海伦不在城内的说法而围攻并攻陷了城池,直到最后证实后才派遣梅内劳斯前往埃及。
Ὅμηρος μέν νυν καὶ τὰ Κύπρια ἔπεα χαιρέτω. εἰρομένου δέ μευ1 τοὺς ἱρέας εἰ μάταιον λόγον λέγουσι οἱ Ἕλληνες τὰ περὶ Ἴλιον γενέσθαι ἢ οὔ, ἔφασαν πρὸς ταῦτα τάδε, ἱστορίῃσι φάμενοι εἰδέναι παρʼ αὐτοῦ Μενέλεω.
且让荷马和《塞浦路斯歌》就此别过。当我向祭司们询问,希腊人所说的关于伊利翁发生的事究竟是荒诞的空谈还是事实时,他们对此作了如下回答,并声称这些是他们通过向梅内劳斯本人打听而得知的事情。
ἐλθεῖν μὲν γὰρ μετὰ τὴν Ἑλένης ἁρπαγὴν ἐς τὴν Τευκρίδα γῆν Ἑλλήνων στρατιὴν πολλὴν βοηθεῦσαν Μενέλεῳ, ἐκβᾶσαν δὲ ἐς γῆν καὶ ἱδρυθεῖσαν τὴν στρατιὴν πέμπειν ἐς τὸ Ἴλιον ἀγγέλους, σὺν δέ σφι ἰέναι2 καὶ αὐτὸν Μενέλεων·
因为他们说,在海伦被拐走之后,一支庞大的希腊军队为了援助梅内劳斯而来到特夫克罗斯人的土地,军队登岸并安营扎寨后,向伊利翁派去了使者,梅内劳斯本人也随他们一同前往。
τοὺς δʼ ἐπείτε ἐσελθεῖν ἐς τὸ τεῖχος, ἀπαιτέειν Ἑλένην τε καὶ τὰ χρήματα τά οἱ οἴχετο κλέψας3 Ἀλέξανδρος, τῶν4 τε ἀδικημάτων δίκας αἰτέειν· τοὺς δὲ Τευκροὺς τὸν αὐτὸν λόγον λέγειν τότε καὶ μετέπειτα, καὶ ὀμνύντας καὶ ἀνωμοτί, μὴ μὲν ἔχειν Ἑλένην μηδὲ τὰ ἐπικαλεύμενα χρήματα, ἀλλʼ εἶναι αὐτὰ πάντα ἐν Αἰγύπτῳ, καὶ οὐκ ἂν δικαίως αὐτοὶ δίκας ὑπέχειν τῶν Πρωτεὺς ὁ Αἰγύπτιος βασιλεὺς ἔχει.
当使者们进入城墙之内时,便要求归还海伦以及亚历山大从他那里偷走并带去的财宝,并对所受的侵害要求公正的赔偿。然而,特夫克罗斯人无论是在当时还是在以后,无论是发誓还是未发誓,都坚持同样的说法,即他们并没有海伦,也没有那些被索要的财宝,而是它们全都在埃及,而且他们自己不应当为埃及国王普罗透斯所占有的东西而公正地承担惩罚。
οἱ δὲ Ἕλληνες καταγελᾶσθαι δοκέοντες ὑπʼ αὐτῶν οὕτω δὴ ἐπολιόρκεον, ἐς ὃ ἐξεῖλον· ἑλοῦσι δὲ τὸ τεῖχος ὡς οὐκ ἐφαίνετο ἡ Ἑλένη, ἀλλὰ τὸν αὐτὸν λόγον τῷ προτέρῳ ἐπυνθάνοντο, οὕτω δὴ πιστεύσαντες τῷ λόγῳ τῷ πρώτῳ οἱ Ἕλληνες αὐτὸν Μενέλεων ἀποστέλλουσι παρὰ Πρωτέα.
希腊人以为自己被他们愚弄了,于是就这样进行包围,直到攻陷了城池。然而当他们攻破城墙后,海伦并未出现,反而听到了和以前一模一样的说法,希腊人这才终于相信了最初的那种说法,于是派遣梅内劳斯本人前往普罗透斯那里。
- 2.118.1εἰρομένου δέ μευ
属格绝对结构。代词 μευ(爱奥尼亚方言中的 μου)充当主语,意为“当我询问(祭司们)时”。
- 2.118.2ἐλθεῖν μὲν γὰρ... πέμπειν... ἰέναι
跨越§2.118.2和§2.118.3的一系列不定式,均受前一节动词 ἔφασαν(“他们说”)的支配,构成带对格的主动词不定式结构(间接引语),表明这些是祭司们所述的传闻内容。
- 2.118.3οἴχετο κλέψας
动词 οἴχομαι(“离去、消逝”)与分词(κλέψας)连用的习惯表达,强调动作的快速完成与离开,意为“偷走并带去了”。
- 2.118.3τῶν
关系代词。因省略了其先行词(可能是 τούτων),且主句的动词短语 δίκας ὑπέχειν(“为……承担惩罚”)要求使用属格,从而发生了格吸引,变为了属格。
