- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.106.1-2.106.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
希罗多德描述了塞索斯特里斯国王在各地设立的石碑之现状(指出他在巴勒斯坦亲眼所见),并详细描绘了位于伊奥尼亚的两尊国王岩石浮雕。
αἱ δὲ στῆλαι τὰς ἵστα κατὰ τὰς χώρας ὁ Αἰγύπτου βασιλεὺς Σέσωστρις, αἱ μὲν πλεῦνες1 οὐκέτι φαίνονται περιεοῦσαι, ἐν δὲ τῇ Παλαιστίνῃ Συρίῃ αὐτὸς ὥρων ἐούσας καὶ τὰ γράμματα τὰ εἰρημένα ἐνεόντα καὶ γυναικὸς αἰδοῖα.
至于埃及国王塞索斯特里斯在各国设立的石碑,其中大部分看来已不复存在;但在叙利亚的巴勒斯坦,我亲眼看见它们依然存在,上面刻有前述的文字和女性的阴部。
εἰσὶ δὲ καὶ περὶ Ἰωνίην δύο τύποι ἐν πέτρῃσι ἐγκεκολαμμένοι τούτου τοῦ ἀνδρός, τῇ τε ἐκ τῆς Ἐφεσίης ἐς Φώκαιαν ἔρχονται καὶ τῇ ἐκ Σαρδίων ἐς Σμύρνην.
在伊奥尼亚也有两尊刻在岩石上的这个人的画像,一处在从埃非索斯领地通往福卡亚的路上,另一处在从萨尔迪斯通往斯弥尔纳的路上。
ἑκατέρωθι δὲ ἀνὴρ ἐγγέγλυπται μέγαθος πέμπτης σπιθαμῆς,2 τῇ μὲν δεξιῇ χειρὶ ἔχων αἰχμὴν τῇ δὲ ἀριστερῇ τόξα, καὶ τὴν ἄλλην σκευὴν ὡσαύτως· καὶ γὰρ Αἰγυπτίην καὶ Αἰθιοπίδα ἔχει·
在两处地方,各雕刻着一个身高四掌半的男子,右手持矛,左手执弓,其余的装束也同样;因为他身上兼有埃及和埃塞俄比亚的装备。
ἐκ δὲ τοῦ ὤμου ἐς τὸν ἕτερον ὦμον διὰ τῶν στηθέων γράμματα ἱρὰ Αἰγύπτια διήκει ἐγκεκολαμμένα, λέγοντα τάδε· ἐγὼ τήνδε τὴν χώρην ὤμοισι τοῖσι ἐμοῖσι ἐκτησάμην. ὅστις δὲ καὶ ὁκόθεν ἐστί, ἐνθαῦτα μὲν οὐ δηλοῖ, ἑτέρωθι δὲ δεδήλωκε·
从他的一侧肩膀到另一侧肩膀,横穿胸部,刻有埃及的圣书体文字,其内容如下: “我用我自己的双肩征服了这块土地。” 至于他是谁,来自何方,这里并未说明,但在别处他已经说明了。
τὰ δὴ καὶ3 μετεξέτεροι τῶν θεησαμένων Μέμνονος εἰκόνα εἰκάζουσί μιν εἶναι, πολλὸν τῆς ἀληθείης ἀπολελειμμένοι.
正因如此,一些见过这尊画像的人猜测他是门农的造像,但这与事实相去甚远。
- 2.106.1αἱ δὲ στῆλαι ... αἱ μὲν πλεῦνες
主格名词短语 αἱ δὲ στῆλαι 置于句首,随后在部分对比结构 αἱ μὲν πλεῦνες(其中大部分)和 en δὲ... [αὐτὰς] ἐούσας(但在巴勒斯坦……[它们]存在)中被承接。这起到了独立主格(nominativus pendens)或提顿(先期导入)的作用。
- 2.106.3μέγαθος πέμπτης σπιθαμῆς
μέγαθος 是关系宾格(“在尺寸上”)。πέμπτης σπιθαμῆς 是性质或数量属格,字面意思是“第五掌”,这是希腊语的惯用表达,意为“四掌半”(约1米)。
- 2.106.5τὰ δὴ καὶ
中性复数关系代词 τὰ 在此作副词性使用(或指代前文的整段描述),意为“因此”、“正因这些(特征/描绘)”。
