← 希罗多德

历史

§1.76.1-1.76.4

普特里亚战役与克罗伊索斯和居鲁士的胶着

克罗伊索斯入侵卡帕多西亚的普特里亚并蹂躏该地,居鲁士随即率军前来迎击。两军全力拼杀,在经历了一场惨烈的战斗后,未分胜负便各自收兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.76.1

Κροῖσος δὲ ἐπείτε διαβὰς σὺν τῷ στρατῷ ἀπίκετο τῆς Καππαδοκίης1 ἐς τὴν Πτερίην καλεομένην (ἡ δὲ Πτερίη ἐστὶ τῆς χώρης ταύτης τὸ ἰσχυρότατον, κατὰ Σινώπην πόλιν2 τὴν ἐν Εὐξείνῳ πόντῳ μάλιστά κῃ κειμένη), ἐνθαῦτα ἐστρατοπεδεύετο φθείρων τῶν Συρίων τοὺς κλήρους·

克罗伊索斯率军渡河后,抵达了卡帕多西亚一个被称为普特里亚的地方(这普特里亚是该地区最坚固的要塞,大致位于黑海沿岸西诺普城的正对面)。他在那里驻扎下来,开始蹂躏叙利亚人的土地。

§1.76.2

καὶ εἷλε μὲν τῶν Πτερίων τὴν πόλιν καὶ ἠνδραποδίσατο, εἷλε δὲ τὰς περιοικίδας αὐτῆς πάσας, Συρίους τε οὐδὲν ἐόντας αἰτίους ἀναστάτους ἐποίησε. Κῦρος δὲ ἀγείρας τὸν ἑωυτοῦ στρατὸν καὶ παραλαβὼν τοὺς μεταξὺ οἰκέοντας πάντας ἠντιοῦτο Κροίσῳ.

他攻占了普特里亚人的城市,并将其居民贬为奴隶,又攻占了其周边的所有城镇,并将毫无过错的叙利亚人驱逐出家园。与此同时,居鲁士集结了自己的军队,并携同沿途居住的所有人,前去迎击克罗伊索斯。

§1.76.3

πρὶν δὲ ἐξελαύνειν ὁρμῆσαι τὸν στρατόν,3 πέμψας κήρυκας ἐς τοὺς Ἴωνας ἐπειρᾶτο σφέας ἀπὸ Κροίσου ἀπιστάναι. Ἴωνες μέν νυν οὐκ ἐπείθοντο. Κῦρος δὲ ὡς ἀπίκετο καὶ ἀντεστρατοπεδεύσατο Κροίσῳ, ἐνθαῦτα ἐν τῇ Πτερίῃ χωρῇ ἐπειρῶντο κατὰ τὸ ἰσχυρὸν ἀλλήλων.4

在大军出发前,居鲁士派遣使者前往伊奥尼亚人那里,企图劝说他们背叛克罗伊索斯。然而,伊奥尼亚人并没有听从。居鲁士抵达并与克罗伊索斯相对峙扎营后,双方就在这普特里亚地区全力拼杀,以试探彼此的实力。

§1.76.4

μάχης δὲ καρτερῆς γενομένης καὶ πεσόντων ἀμφοτέρων πολλῶν, τέλος οὐδέτεροι νικήσαντες διέστησαν νυκτὸς ἐπελθούσης. καὶ τὰ μὲν στρατόπεδα ἀμφότερα οὕτω ἠγωνίσατο.

战斗异常激烈,双方都伤亡惨重,但最终谁也没有取胜,随着夜幕降临,双方各自收兵。两支军队就这样进行了一场较量。

语法注4 条
  1. 1.76.1τῆς Καππαδοκίης

    修饰 Πτερίην 的部分属格,意为“属于卡帕多西亚(的一部分)的普特里亚”。这是属格的一种常见用法,即用国家或地区名称来限定其内部的特定地点。

  2. 1.76.1κατὰ Σινώπην πόλιν

    介词 κατά 接宾格,在此表示空间上的相对或对齐(“在……对面”、“与……在同一线上”)。西诺普位于黑海南岸,此短语以这一著名的沿海城市为参照,标示出内陆普特里亚的位置。

  3. 1.76.3πρὶν δὲ ἐξελαύνειν ὁρμῆσαι τὸν στρατόν

    πρίν 接不定式结构。在此 ὁρμῆσαι 作及物动词用(“使……出发、使……开动”),τὸν στρατόν 是其语法上的宾语。ἐξελαύνειν 为不及物不定式(“进军”),修饰或补充 ὁρμῆσαι。整句意为“在大军出发进军之前”。

  4. 1.76.3ἐπειρῶντο ... ἀλλήλων

    动词 πειράομαι(“试探”、“尝试”)支配属格,因此相互代词属格 ἀλλήλων 作其宾语。结合副词短语 κατὰ τὸ ἰσχυρόν(“拼尽全力”、“凭武力”),意为他们全力试探彼此的实力,即发生了激烈的武力冲突。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.76.1-1.76.4