- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.75.1-1.75.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
克罗伊索斯因居鲁士废黜其外祖父阿斯提阿格斯而对波斯发起远征,并抵达哈吕斯河。希腊人传说泰勒斯开挖运河分流河水协助渡河,希罗多德对此传说提出了合理的反驳,并坚持自己的看法。
τοῦτον δὴ ὦν τὸν Ἀστυάγεα Κῦρος ἐόντα ἑωυτοῦ μητροπάτορα1 καταστρεψάμενος ἔσχε διʼ αἰτίην τὴν ἐγὼ ἐν τοῖσι ὀπίσω λόγοισι σημανέω·
居鲁士征服并囚禁了这位阿斯提阿格斯,他正是居鲁士自己的外祖父,至于其原因,我将在后文的叙述中予以说明。
τὰ Κροῖσος ἐπιμεμφόμενος τῷ Κύρῳ2 ἔς τε τὰ χρηστήρια ἔπεμπε εἰ στρατεύηται ἐπὶ Πέρσας, καὶ δὴ καὶ ἀπικομένου χρησμοῦ κιβδήλου, ἐλπίσας πρὸς ἑωυτοῦ3 τὸν χρησμὸν εἶναι, ἐστρατεύετο ἐς τὴν Περσέων μοῖραν.
克罗伊索斯因这些事而怨恨居鲁士,于是派人去各神托所,询问是否应当对波斯人宣战。当一个含糊不清的神谕传来时,他满心以为这神谕对自己有利,便率军攻入波斯人的领地。
ὡς δὲ ἀπίκετο ἐπὶ τὸν Ἅλυν ποταμὸν ὁ Κροῖσος, τὸ ἐνθεῦτεν, ὡς μὲν ἐγὼ λέγω, κατὰ τὰς ἐούσας γεφύρας διεβίβασε τὸν στρατόν, ὡς δὲ ὁ πολλὸς λόγος Ἑλλήνων, Θαλῆς οἱ4 ὁ Μιλήσιος διεβίβασε.
当克罗伊索斯抵达哈吕斯河时,关于接下来的事,按照我的说法,他是利用现有的桥梁让军队渡河的;但按照希腊人中流传最广的说法,则是米利都的泰勒斯帮他把军队渡过去的。
ἀπορέοντος γὰρ Κροίσου ὅκως οἱ διαβήσεται τὸν ποταμὸν ὁ στρατός (οὐ γὰρ δὴ εἶναι κω τοῦτον τὸν χρόνον τὰς γεφύρας ταύτας)5 λέγεται παρεόντα τὸν Θαλῆν ἐν τῷ στρατοπέδῳ ποιῆσαι αὐτῷ τὸν ποταμὸν ἐξ ἀριστερῆς χειρὸς ῥέοντα τοῦ στρατοῦ καὶ ἐκ δεξιῆς ῥέειν,6 ποιῆσαι δὲ ὧδε·
因为当时克罗伊索斯正为军队如何渡河而一筹莫展(据说在那个时期这些桥梁还不存在),据说当时在军营中的泰勒斯为他设法,使原本流在军队左侧的河流也流到了右侧,他是这样做的:
ἄνωθεν τοῦ στρατοπέδου ἀρξάμενον διώρυχα βαθέαν ὀρύσσειν, ἄγοντα μηνοειδέα,7 ὅκως ἂν τὸ στρατόπεδον ἱδρυμένον κατὰ νώτου λάβοι, ταύτῃ κατὰ τὴν διώρυχα ἐκτραπόμενος ἐκ τῶν ἀρχαίων ῥεέθρων, καὶ αὖτις παραμειβόμενος τὸ στρατόπεδον ἐς τὰ ἀρχαῖα ἐσβάλλοι·8 ὥστε ἐπείτε καὶ ἐσχίσθη τάχιστα ὁ ποταμός, ἀμφοτέρῃ διαβατὸς ἐγένετο, οἳ δὲ καὶ τὸ παράπαν λέγουσι καὶ τὸ ἀρχαῖον ῥέεθρον ἀποξηρανθῆναι. ἀλλὰ τοῦτο μὲν οὐ προσίεμαι· κῶς γὰρ ὀπίσω πορευόμενοι διέβησαν αὐτόν;
他从军营的上游开始开挖一条深渠,使其呈新月形延伸,以便绕到已驻扎的军营后方,使河流顺着这条渠道从原先的河床改道,并在绕过军营后再次汇入原先的河床。结果,河流一被分流,两边就都变得可以涉渡了。有些人甚至说,原来的河床完全干涸了。然而,我不赞同这种看法。因为他们在返回时,又是如何渡过这同一条河的呢?
- 1.75.1ἐόντα ἑωυτοῦ μητροπάτορα
分词 ἐόντα 与名词 μητροπάτορα 一起修饰前面的宾语 Ἀστυάγεα(阿斯提阿格斯),说明他是居鲁士的外祖父这一亲属关系。
- 1.75.2τὰ Κροῖσος ἐπιμεμφόμενος τῷ Κύρῳ
动词 ἐπιμέμφομαι 采用“对(某人:与格)因(某事:宾格)而抱怨/愤恨”的句式。此处 τῷ Κύρῳ 为与格(人),句首的中性复数代词 τὰ 为宾格(事,指阿斯提阿格斯被废黜)。
- 1.75.2πρὸς ἑωυτοῦ
介词 πρὸς 后面接属格时,表示“在……的一方”或“有利于……”。此处表示克罗伊索斯期望神谕是有利于他自己的。
- 1.75.3οἱ
第三人称单数与格代词(此处为爱奥尼亚方言的 οἱ,相当于雅典方言的 αὐτῷ),作利益与格,表示“为他”(即为克罗伊索斯)。
- 1.75.4οὐ γὰρ δὴ εἶναι κω τοῦτον τὸν χρόνον τὰς γεφύρας ταύτας
括号内的句子使用了“宾格加不定式”结构(以 εἶναι 代替直陈式过去时 ἦσαν),用以转述当时普遍的传闻或看法,即在那个时代这些桥梁尚不存在。
- 1.75.4ποιῆσαι αὐτῷ τὸν ποταμὸν ἐξ ἀριστερῆς χειρὸς ῥέοντα τοῦ στρατοῦ καὶ ἐκ δεξιῆς ῥέειν
动词 ποιῆσαι 的宾语是 τὸν ποταμόν。分词 ῥέοντα 表示当时的状态(“在军队左侧流动”),而不定式 ῥέειν 则作为 ποιῆσαι 的宾语补足语,表示使动的结果(“使之也在右侧流动”)。
- 1.75.5ἄγοντα μηνοειδέα
现在分词 ἄγοντα 为阳性单数宾格,修饰动作发出者泰勒斯(即 ὀρύσσειν 的逻辑主语)。由于运河(διώρυξ)是阴性名词,分词的阳性特征表明其主语是泰勒斯,意为“(将渠道)引导呈新月形”。
- 1.75.5ἐκτραπόμενος... ἐσβάλλοι
阳性单数主格分词 ἐκτραπόμενος 与第三人称单数祈愿式动词 ἐσβάλλοι 均以河流(ὁ ποταμός)为主语,描述了河流改道并重新汇入原河道的过程,延续了由 ὅκως ἂν 引导的目的从句。
