← 希罗多德

历史

§1.71.1-1.71.4

桑达尼斯劝阻克罗伊索斯远征波斯

克罗伊索斯因误解神谕而准备远征卡帕多西亚,但贤者桑达尼斯劝阻他,指出波斯人生活贫困,而克罗伊索斯一旦战败将失去极多,战胜也一无所获。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.71.1

Κροῖσος δὲ ἁμαρτὼν τοῦ χρησμοῦ1 ἐποιέετο στρατηίην ἐς Καππαδοκίην, ἐλπίσας καταιρήσειν Κῦρόν τε καὶ τὴν Περσέων δύναμιν.

克罗伊索斯误解了神谕,期望能打败居鲁士和波斯的势力,于是对卡帕多西亚发动了远征。

§1.71.2

παρασκευαζομένου δὲ Κροίσου στρατεύεσθαι ἐπὶ Πέρσας, τῶν τις Λυδῶν νομιζόμενος καὶ πρόσθε εἶναι σοφός, ἀπὸ δὲ ταύτης τῆς γνώμης καὶ τὸ κάρτα οὔνομα ἐν Λυδοῖσι ἔχων, συνεβούλευσε Κροίσῳ τάδε· οὔνομά οἱ ἦν Σάνδανις. ὦ βασιλεῦ, ἐπʼ ἄνδρας τοιούτους στρατεύεσθαι παρασκευάζεαι, οἳ σκυτίνας μὲν ἀναξυρίδας σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονται δὲ οὐκ ὅσα ἐθέλουσι ἀλλʼ ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχέαν.

当克罗伊索斯准备对波斯人发动战争时,一位在吕底亚人中早就被认为聪明、并因这一名望在吕底亚人中享有极高声誉的人,向克罗伊索斯提出了如下劝告;他的名字叫桑达尼斯: “国王啊,您正准备对这样的人发动战争,他们穿的是皮革裤子,其他所有的衣服也都是皮革制的,而且因为他们居住在险峻的土地上,他们吃的不是自己想吃的,而只是自己仅有的。

§1.71.3

πρὸς δὲ οὐκ οἴνῳ διαχρέωνται ἀλλὰ ὑδροποτέουσι, οὐ σῦκα δὲ ἔχουσι τρώγειν, οὐκ ἄλλο ἀγαθὸν οὐδέν. τοῦτο μὲν δή, εἰ νικήσεις, τί σφέας ἀπαιρήσεαι,2 τοῖσί γε μὴ ἔστι μηδέν; τοῦτο δέ, ἢν νικηθῇς, μάθε ὅσα ἀγαθὰ ἀποβαλέεις· γευσάμενοι γὰρ τῶν ἡμετέρων ἀγαθῶν περιέξονται3 οὐδὲ ἀπωστοὶ ἔσονται.

此外,他们不喝葡萄酒,而是喝水,也没有无花果可吃,更没有任何其他好东西。一方面,如果您战胜了他们,既然他们一无所有,您能从他们那里夺走什么呢?另一方面,如果您战败了,请想想您将失去多少好东西;因为一旦他们尝到了我们的好东西,他们就会紧紧抓住不放,再也无法被赶走了。

§1.71.4

ἐγὼ μέν νυν θεοῖσι ἔχω χάριν, οἳ οὐκ ἐπὶ νόον ποιέουσι4 Πέρσῃσι στρατεύεσθαι ἐπὶ Λυδούς. ταῦτα λέγων οὐκ ἔπειθε τὸν Κροῖσον. Πέρσῃσι γάρ, πρὶν Λυδοὺς καταστρέψασθαι, ἦν οὔτε ἁβρὸν οὔτε ἀγαθὸν οὐδέν.

因此,我感谢诸神,没有让波斯人产生对吕底亚人发动远征的念头。” 他虽然这么说,但未能说服克罗伊索斯。因为在征服吕底亚人之前,波斯人确实没有任何奢侈品,也没有任何好东西。

语法注4 条
  1. 1.71.1ἁμαρτὼν τοῦ χρησμοῦ

    动词 ἁμαρτάνω 支配属格,意为“误解、弄错”。不定过去时分词 ἁμαρτών 表示主句动词 ἐποιέετο 的原因。

  2. 1.71.3τί σφέας ἀπαιρήσεαι

    动词 ἀπαιρέομαι(ἀπαιρέω 的中动相)支配双宾格(指人的 σφέας 和指物的 τί),意为“你将从他们那里夺走什么”。

  3. 1.71.3περιέξονται

    动词 περιέχομαι(περιέχω 的中动相)意为“紧紧抓住、执着于”。在此语境中,前文的属格短语 τῶν ἡμετέρων ἀγαθῶν(我们的好东西)在语义上充当其宾语。

  4. 1.71.4ἐπὶ νόον ποιέουσι

    爱奥尼亚方言的惯用表达,意为“使某人产生……的念头,在心中引起”。此处与与格(Πέρσῃσι)和不定式(στρατεύεσθαι)连用。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.71.1-1.71.4