- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.70.1-1.70.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
拉斯代梦人接受了同盟并制作了一尊巨大的青铜混酒器作为回礼送给克罗伊索斯,但它最终未能抵达萨迪斯。关于其去向,存在斯巴达人指控萨摩斯人强夺以及萨摩斯人声称其被运送者卖掉并献给赫拉神庙的两种对立说法。
τούτων τε ὦν εἵνεκεν οἱ Λακεδαιμόνιοι τὴν συμμαχίην ἐδέξαντο, καὶ ὅτι ἐκ πάντων σφέας προκρίνας Ἑλλήνων αἱρέετο φίλους. καὶ τοῦτο μὲν αὐτοὶ ἦσαν ἕτοιμοι ἐπαγγείλαντι,1 τοῦτο δὲ ποιησάμενοι κρητῆρα χάλκεον ζῳδίων τε ἔξωθεν πλήσαντες περὶ τὸ χεῖλος καὶ μεγάθεϊ τριηκοσίους ἀμφορέας χωρέοντα ἦγον, δῶρον βουλόμενοι ἀντιδοῦναι Κροίσῳ.
因此,由于这些原因,也因为他在所有希腊人中挑选了他们并选择他们作为朋友,拉斯代梦人接受了同盟。一方面,当他提出请求时,他们自己已经做好了准备;另一方面,他们制作了一个青铜混酒器,其外侧边缘周围饰满了动物小像,容量可容纳三百双耳罐,并将其运送过去,希望能作为回礼赠送给克罗伊索斯。
οὗτος ὁ κρητὴρ οὐκ ἀπίκετο ἐς Σάρδις διʼ αἰτίας διφασίας λεγομένας τάσδε· οἱ μὲν Λακεδαιμόνιοι λέγουσι ὡς ἐπείτε ἀγόμενος ἐς τὰς Σάρδις ὁ κρητὴρ ἐγίνετο κατὰ τὴν Σαμίην, πυθόμενοι Σάμιοι ἀπελοίατο αὐτὸν νηυσὶ μακρῇσι ἐπιπλώσαντες· αὐτοὶ δὲ Σάμιοι λέγουσι ὡς ἐπείτε ὑστέρησαν οἱ ἄγοντες τῶν Λακεδαιμονίων2 τὸν κρητῆρα, ἐπυνθάνοντο δὲ Σάρδις τε καὶ Κροῖσον ἡλωκέναι, ἀπέδοντο τὸν κρητῆρα ἐν Σάμῳ, ἰδιώτας δὲ ἄνδρας πριαμένους ἀναθεῖναί μιν ἐς τὸ Ἥραιον. τάχα δὲ ἂν καὶ οἱ ἀποδόμενοι λέγοιεν3 ἀπικόμενοι ἐς Σπάρτην ὡς ἀπαιρεθείησαν ὑπὸ Σαμίων. κατὰ μέν νυν τὸν κρητῆρα οὕτω ἔσχε.
这个混酒器并未到达萨迪斯,其原因有两种不同的说法如下:拉斯代梦人说,当混酒器被运往萨迪斯、途经萨摩斯海域时,萨摩斯人听闻此事,便派出长船进行袭击,将其强行夺走;但萨摩斯人自己则说,当负责运送混酒器的拉斯代梦人迟到,并得知萨迪斯已被攻陷、克罗伊索斯已被俘虏时,他们便在萨摩斯将混酒器卖掉了,而买下它的普通私人将其奉纳在了赫拉神庙中。也许那些卖掉它的人在回到斯巴达后,会对人谎称是被萨摩斯人强抢了去。关于这尊混酒器的事,情况就是这样。
- 1.70.1ἐπαγγείλαντι
不定过去时主动分词单数与格。它并非指代主句主语拉斯代梦人(复数),而是指代提出结盟请求的克罗伊索斯。译为“当他提出请求时,他们自己已经做好了准备”。
- 1.70.3ὑστέρησαν οἱ ἄγοντες τῶν Λακεδαιμονίων
属格名词短语 tōn Lakedaimoniōn 作为部分属格修饰 hoi agontes(运送者),译作“拉斯代梦人中负责运送的人迟到了”,指明了负责运送混酒器的具体人群。
- 1.70.3τάχα δὲ ἂν καὶ οἱ ἀποδόμενοι λέγοιεν
副词 tacha(也许)与带 an 的祈愿语气 legoien(潜在祈愿)结合,表示对过去事件的推测,或“那些卖掉混酒器的人回到斯巴达后可能会这样说”的可能性。
