- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.47.1-1.47.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
克罗伊斯命令使者们在出发后的第一百天向各神谕所提问,看他当时正在做什么。德尔斐的神谕所用六音步诗给出了回答,准确说出了他正在用青铜器煮乌龟和羊肉。
ἐντειλάμενος δὲ τοῖσι Λυδοῖσι τάδε ἀπέπεμπε ἐς τὴν διάπειραν τῶν χρηστηρίων, ἀπʼ ἧς ἂν ἡμέρης ὁρμηθέωσι ἐκ Σαρδίων, ἀπὸ ταύτης ἡμερολογέοντας1 τὸν λοιπὸν χρόνον ἑκατοστῇ ἡμέρῃ χρᾶσθαι τοῖσι χρηστηρίοισι, ἐπειρωτῶντας ὅ τι ποιέων τυγχάνοι ὁ Λυδῶν βασιλεὺς Κροῖσος ὁ Ἀλυάττεω· ἅσσα δʼ ἂν ἕκαστα τῶν χρηστηρίων θεσπίσῃ, συγγραψαμένους ἀναφέρειν παρʼ ἑωυτόν.
他向吕底亚人交代了如下指示,便派遣他们去试探神谕:从他们离开萨迪斯的那天算起,从这一天开始计算接下来的日子,在第一百天求问神谕,询问吕底亚人的国王、阿吕亚铁斯之子克罗伊斯此时正在做什么;并且,无论各个神谕所做出怎样的预言,他们都要记录下来并带回给他。
ὅ τι μέν νυν τὰ λοιπὰ τῶν χρηστηρίων ἐθέσπισε, οὐ λέγεται πρὸς οὐδαμῶν· ἐν δὲ Δελφοῖσι ὡς ἐσῆλθον τάχιστα2 ἐς τὸ μέγαρον οἱ Λυδοὶ χρησόμενοι τῷ θεῷ καὶ ἐπειρώτων τὸ ἐντεταλμένον, ἡ Πυθίη ἐν ἑξαμέτρῳ τόνῳ λέγει τάδε.
至于其余的神谕所作出了什么预言,无人提及;但在德尔斐,吕底亚人为了求问神明一进入神殿大厅,并询问所受命之事时,皮提亚便以六音步诗作出了如下回答:
" οἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμὸν καὶ μέτρα θαλάσσης, καὶ κωφοῦ συνίημι, καὶ οὐ φωνεῦντος ἀκούω. ὀδμή μʼ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης ἑψομένης ἐν χαλκῷ ἅμʼ ἀρνείοισι κρέεσσιν, ᾗ3 χαλκὸς μὲν ὑπέστρωται, χαλκὸν δʼ ἐπιέσται."
“ 我知沙之数,亦测海之量; 我解哑者意,亦听无声之音。 硬壳之龟与羊肉同煮于青铜器中, 其气味已飘入我心; 其下垫有青铜,其上亦覆青铜。”
- 1.47.1ἡμερολογέοντας
现在分词的宾格复数。虽然其逻辑主语与前文的与格 τοῖσι Λυδοῖσι 相同,但因作为后续不定式 χρᾶσθαι 的逻辑主语而被同化为宾格。
- 1.47.2ὡς ἐσῆλθον τάχιστα
ὡς ... τάχιστα 构成时间状语从句,意为“一……就……”。与之相连的 καὶ ἐπειρώτων(未完成过去时)表明使者们一进入神殿就立刻试图提出(或开始提出)问题,表现了动作的紧密相连。
- 1.47.3ᾗ
关系代名词的阴性单数与格。此处作副词性使用,意为“在其中”或“在那里”,指代乌龟和羊肉共同在其中煮着的青铜釜内部的情境。
