- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.32.1-1.32.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
索伦指出神明充满嫉妒且人类完全受制于运命,并通过计算七十年人生中的天数来加以证明。他劝诫克罗伊斯,即使是富有的国王,在安全结束生命之前也不能被称为“幸福”,而只能被称为“幸运”。
Σόλων μὲν δὴ εὐδαιμονίης δευτερεῖα ἔνεμε τούτοισι, Κροῖσος δὲ σπερχθεὶς εἶπε ὦ ξεῖνε Ἀθηναῖε, ἡ δʼ ἡμετέρη εὐδαιμονίη οὕτω τοι ἀπέρριπται ἐς τὸ μηδὲν ὥστε οὐδὲ ἰδιωτέων ἀνδρῶν ἀξίους ἡμέας ἐποίησας; ὁ δὲ εἶπε ὦ Κροῖσε, ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερόν τε καὶ ταραχῶδες1 ἐπειρωτᾷς ἀνθρωπηίων πρηγμάτων πέρι.
索伦确实把幸福的第二名分给了他们,但克罗伊斯愤怒地说道: “雅典的客人啊,我的幸福在你的眼里就这样被贬得一无是处,以至于你认为我们甚至还不如普通的平民吗?” 索伦回答道: “克罗伊斯啊,你向我询问人世间的事情,而我是知道神明的一切都是充满嫉妒与混乱的。
ἐν γὰρ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν ἐστὶ ἰδεῖν τὰ μή τις ἐθέλει, πολλὰ δὲ καὶ παθεῖν. ἐς γὰρ ἑβδομήκοντα ἔτεα οὖρον τῆς ζόης ἀνθρώπῳ προτίθημι.
因为在漫长的岁月中,人们不得不看到许多自己不想看到的事,也不得不遭受许多不想遭受的事。我将人一生的寿限设定为七十年。
οὗτοι ἐόντες ἐνιαυτοὶ ἑβδομήκοντα παρέχονται ἡμέρας διηκοσίας καὶ πεντακισχιλίας καὶ δισμυρίας, ἐμβολίμου μηνὸς μὴ γινομένου· εἰ δὲ δὴ ἐθελήσει τοὔτερον τῶν ἐτέων μηνὶ μακρότερον γίνεσθαι, ἵνα δὴ αἱ ὧραι συμβαίνωσι παραγινόμεναι ἐς τὸ δέον, μῆνες μὲν παρὰ τὰ ἑβδομήκοντα ἔτεα οἱ ἐμβόλιμοι γίνονται τριήκοντα πέντε, ἡμέραι δὲ ἐκ τῶν μηνῶν τούτων χίλιαι πεντήκοντα.
这七十年,如果没有闰月的话,共有二万五千二百天。但如果你希望每隔一年就多出一个月,以便让季节在需要的时候合拍,那么在七十年里,闰月将有三十五个月,这些月带来的天数就是一千零五十天。
τουτέων τῶν ἁπασέων ἡμερέων τῶν ἐς τὰ ἑβδομήκοντα ἔτεα, ἐουσέων πεντήκοντα καὶ διηκοσιέων καὶ ἑξακισχιλιέων καὶ δισμυριέων, ἡ ἑτέρη αὐτέων τῇ ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐδὲν ὅμοιον προσάγει πρῆγμα. οὕτω ὦν Κροῖσε πᾶν ἐστὶ ἄνθρωπος συμφορή.
在这七十年的所有日子里,总共有二万六千二百五十天,其中没有任何一天所带来的事情与另一天完全相同。因此,克罗伊斯啊,人的一生完全是由偶然组成的。
ἐμοὶ δὲ σὺ καὶ πλουτέειν μέγα φαίνεαι καὶ βασιλεὺς πολλῶν εἶναι ἀνθρώπων· ἐκεῖνο δὲ τὸ εἴρεό με, οὔκω σε ἐγὼ λέγω,2 πρὶν τελευτήσαντα καλῶς τὸν αἰῶνα πύθωμαι. οὐ γάρ τι ὁ μέγα πλούσιος μᾶλλον τοῦ ἐπʼ ἡμέρην ἔχοντος ὀλβιώτερος ἐστί, εἰ μή οἱ τύχη ἐπίσποιτο πάντα καλὰ ἔχοντα εὖ τελευτῆσαὶ τὸν βίον. πολλοὶ μὲν γὰρ ζάπλουτοι ἀνθρώπων ἀνόλβιοι εἰσί, πολλοὶ δὲ μετρίως ἔχοντες βίου εὐτυχέες.
在我看来,你既非常富有,又是统治众多人口的国王。但是,关于你问我的那件事,在我听说你已经荣光地结束了一生之前,我绝不会这样称呼你。因为极其富有的人并不比仅能维持生计的人更幸福,除非幸运伴随他,使他在拥有一切美好事物的同时安详地结束生命。因为许多极其富有的人并不幸福,而许多生活温饱的人却十分幸运。
ὁ μὲν δὴ μέγα πλούσιος ἀνόλβιος δὲ δυοῖσι προέχει τοῦ εὐτυχέος μοῦνον, οὗτος δὲ τοῦ πλουσίου καὶ ἀνόλβου πολλοῖσι· ὃ μὲν ἐπιθυμίην ἐκτελέσαι καί ἄτην μεγάλην προσπεσοῦσαν ἐνεῖκαι δυνατώτερος, ὁ δὲ τοῖσιδε προέχει ἐκείνου· ἄτην μὲν καὶ ἐπιθυμίην οὐκ ὁμοίως δυνατὸς ἐκείνῳ ἐνεῖκαι, ταῦτα δὲ ἡ εὐτυχίη οἱ ἀπερύκει, ἄπηρος δὲ ἐστί, ἄνουσος, ἀπαθὴς κακῶν, εὔπαις, εὐειδής.
极其富有却不幸福的人,仅仅在两件事上胜过幸运的人,而后者却在许多方面胜过富有而不幸福的人。前者更有能力满足欲望,并能承受降临在身上的巨大灾难;而后者在以下这些方面胜过前者:他虽然不能像前者那样承受灾难和欲望,但幸运为他阻挡了这些,而且他身体健全、免于疾病、不受痛苦、享有贤子、容貌俊美。
εἰ δὲ πρὸς τούτοισι ἔτι τελευτήσῃ τὸν βίον εὖ, οὗτος ἐκεῖνος τὸν σὺ ζητέεις, ὁ ὄλβιος κεκλῆσθαι ἄξιος ἐστί· πρὶν δʼ ἂν τελευτήσῃ, ἐπισχεῖν,3 μηδὲ καλέειν κω ὄλβιον ἀλλʼ εὐτυχέα.
如果除此以外,他还能很好地结束一生,那么这个人就是你所寻找的那个人,配得上被称为幸福的人。但在他去世之前,请克制判断,先不要称他为幸福的人,而只称他为幸运的人。
τὰ πάντα μέν νυν ταῦτα συλλαβεῖν ἄνθρωπον ἐόντα ἀδύνατον ἐστί, ὥσπερ χωρῇ οὐδεμία καταρκέει πάντα ἑωυτῇ παρέχουσα, ἀλλὰ ἄλλο μὲν ἔχει ἑτέρου δὲ ἐπιδέεται· ἣ δὲ ἂν τὰ πλεῖστα ἔχῃ, αὕτη ἀρίστη. ὣς δὲ καὶ ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκες ἐστί· τὸ μὲν γὰρ ἔχει, ἄλλου δὲ ἐνδεές ἐστι·
作为凡人,想要兼具所有这些好运是不可能的,就像没有任何一片土地能完全自给自足地提供自己所需的一切,而是拥有一部分又缺少另一部分一样,那拥有最多东西的土地就是最好的。同样,没有任何一个人的身体是完全自给自足的,因为它拥有一些,又缺少另一些。
ὃς δʼ ἂν αὐτῶν πλεῖστα ἔχων διατελέῃ4 καὶ ἔπειτα τελευτήσῃ εὐχαρίστως τὸν βίον, οὗτος παρʼ ἐμοὶ τὸ οὔνομα τοῦτο ὦ βασιλεῦ δίκαιος ἐστὶ φέρεσθαι. σκοπέειν δὲ χρὴ παντὸς χρήματος τὴν τελευτήν, κῇ ἀποβήσεται· πολλοῖσι γὰρ δὴ ὑποδέξας ὄλβον ὁ θεὸς προρρίζους ἀνέτρεψε.
在这些人当中,谁能持续拥有最多的东西,然后安详地结束一生,国王啊,在我看来,谁就配得上承受这个称号。我们必须看清每件事物的结局会是如何,因为神明在向许多人展示了幸福的曙光后,又将他们连根颠覆。”
- 1.32.1ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερόν τε καὶ ταραχῶδες
分词 ἐπιστάμενον 修饰主动词 ἐπειρωτᾷς(询问)的直接宾语(宾格 με)。从 τὸ θεῖον 到 ταραχῶδες 的部分作为 ἐπιστάμενον 的宾语从句。
- 1.32.5ἐκεῖνο δὲ τὸ εἴρεό με, οὔκω σε ἐγὼ λέγω
属于前置先取(prolepsis)结构。ἐκεῖνο(以及其同位语 τὸ εἴρεό με “你问我的那件事”)被置于句首以示强调。主句动词 λέγω(称……为……)支配双宾格,以 σε(你)为直接宾语,并省略了宾语补足语(“幸福的人”)。
- 1.32.7πρὶν δʼ ἂν τελευτήσῃ, ἐπισχεῖν
不定式 ἐπισχεῖν 用作“命令式不定式”(imperative infinitive),表示命令或义务,隐含了 χρή(应当)或 δεῖ 的含义。
- 1.32.9ὃς δʼ ἂν αὐτῶν πλεῖστα ἔχων διατελέῃ
虚拟语气 διατελέῃ 与 ἄν 连用,构成泛指关系从句。动词 διατελέω 与现在分词 ἔχων 连用,表示动作的持续性(“持续拥有……”)。
