- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.216.1-1.216.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
本节记述了马萨革泰人的婚姻习俗、老人献祭与葬仪,以及他们不事农耕、依靠畜牧和捕鱼为生的生活方式,以及向太阳献祭马匹的信仰。
νόμοισι δὲ χρέωνται τοιοῖσιδε. γυναῖκα μὲν γαμέει ἕκαστος, ταύτῃσι δὲ ἐπίκοινα χρέωνται· τὸ γὰρ Σκύθας φασὶ Ἕλληνες ποιέειν,1 οὐ Σκύθαι εἰσὶ οἱ ποιέοντες ἀλλὰ Μασσαγέται· τῆς γὰρ ἐπιθυμήσῃ γυναικὸς2 Μασσαγέτης ἀνήρ, τὸν φαρετρεῶνα ἀποκρεμάσας πρὸ τῆς ἁμάξης μίσγεται ἀδεῶς.
他们采用如下的习俗。每人娶一妻,但他们共同占有她们;因为希腊人说斯基泰人所做的事,做这件事的其实不是斯基泰人,而是马萨革泰人。因为当一个马萨革泰男子渴望某个妇女时,他会把箭袋悬挂在她的马车前,毫无顾忌地与她交合。
οὖρος δὲ ἡλικίης σφι πρόκειται ἄλλος μὲν οὐδείς· ἐπεὰν δὲ γέρων γένηται κάρτα, οἱ προσήκοντές οἱ πάντες συνελθόντες θύουσί μιν καὶ ἄλλα πρόβατα ἅμα αὐτῷ, ἑψήσαντες δὲ τὰ κρέα κατευωχέονται.
至于年龄的界限,他们没有其他的规定;但当一个人变得极其衰老时,他所有的亲属都会聚集起来,将他以及其他羊只一同宰杀作为祭品,并把肉煮熟,尽情享用。
ταῦτα μὲν τὰ ὀλβιώτατά σφι νενόμισται, τὸν δὲ νούσῳ τελευτήσαντα οὐ κατασιτέονται ἀλλʼ γῇ κρύπτουσι, συμφορὴν ποιεύμενοι ὅτι οὐκ ἵκετο ἐς τὸ τυθῆναι. σπείρουσι δὲ οὐδέν, ἀλλʼ ἀπὸ κτηνέων ζώουσι καὶ ἰχθύων· οἳ δὲ ἄφθονοί σφι ἐκ τοῦ Ἀράξεω ποταμοῦ παραγίνονται·
这被他们视为最幸福的归宿,而对于因病去世的人,他们不吃他的肉,而是将其埋入土中,并因他没能落得被当作祭品宰杀的结局而感到不幸。他们不播种任何庄稼,而是靠牲畜和鱼类生活;而鱼类由阿拉克斯河源源不断地丰足提供给他们。
γαλακτοπόται δʼ εἰσί. θεῶν δὲ μοῦνον ἥλιον σέβονται, τῷ θύουσι ἵππους. νόος δὲ οὗτος τῆς θυσίης· τῶν θεῶν τῷ ταχίστῳ πάντων τῶν θνητῶν τὸ τάχιστον δατέονται.3
他们还饮用乳汁。在众神中他们只崇拜太阳,并向太阳献祭马匹。这种献祭的用意如下:他们将凡尘所有事物中最迅速之物,分配给神灵中最迅速者。
- 1.216.1τὸ γὰρ Σκύθας φασὶ Ἕλληνες ποιέειν
冠词 τὸ 将不定式短语 Σκύθας ... ποιέειν(“斯基泰人所做的事”)名词化,作为句子的宾语或绝对宾格,其中插入了插入语 φασὶ Ἕλληνες(“希腊人说”)。后文的 οὐ Σκύθαι εἰσὶ... 则是对其真实情况的解释。
- 1.216.1τῆς γὰρ ἐπιθυμήσῃ γυναικὸς
关系代词 τῆς 与不带 ἄν 的虚拟语气 ἐπιθυμήσῃ 连用,构成表示一般性或重复性条件的条件关系从句(“每当他渴望……时”)。关系词 τῆς 修饰同从句中后置的名词 γυναικὸς,其属格由动词 ἐπιθυμέω(渴望)支配。
- 1.216.4τῶν θεῶν τῷ ταχίστῳ πάντων τῶν θνητῶν τὸ τάχιστον δατέονται.
这是一个精致的句子,并置了两个对比性的最高级短语:τῶν θεῶν τῷ ταχίστῳ(“给神灵中最迅速者”[即太阳],与格)与 πάντων τῶν θνητῶν τὸ τάχιστον(“凡尘所有事物中最迅速者”[即马],宾格),它们分别作为动词 δατέονται(分配、赋予)的间接宾语和直接宾语,形成了优美的对应。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
