- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.214.1-1.214.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
托米丽司率领的马萨革泰军在一场惨烈的战斗中击败波斯军队,居鲁士战死。托米丽司将居鲁士的头浸入装满鲜血的皮囊中,实现了她的复仇。
καὶ δὴ οὗτος μὲν τρόπῳ τοιούτῳ τελευτᾷ· Τόμυρις δέ, ὥς οἱ Κῦρος οὐκ ἐσήκουσε, συλλέξασα πᾶσαν τὴν ἑωυτῆς δύναμιν συνέβαλε Κύρῳ. ταύτην τὴν μάχην, ὅσαι δὴ βαρβάρων ἀνδρῶν μάχαι ἐγένοντο,1 κρίνω ἰσχυροτάτην γενέσθαι, καὶ δὴ καὶ πυνθάνομαι οὕτω τοῦτο γενόμενον.
于是,他便以这种方式结束了生命。而托米丽司由于居鲁士不听从她的劝告,便集结了自己所有的兵力,与居鲁士交战。在异族人之间进行过的所有战争中,我认为这一战是最为惨烈的,而且我也听说情况确实是这样发生的。
πρῶτα μὲν γὰρ λέγεται αὐτοὺς διαστάντας ἐς ἀλλήλους τοξεύειν, μετὰ δὲ ὥς σφι τὰ βέλεα ἐξετετόξευτο, συμπεσόντας τῇσι αἰχμῇσί τε καὶ τοῖσι ἐγχειριδίοισι συνέχεσθαι.2 χρόνον τε δὴ ἐπὶ πολλὸν συνεστάναι μαχομένους καὶ οὐδετέρους ἐθέλειν φεύγειν. τέλος δὲ οἱ Μασσαγέται περιεγένοντο, ἥ τε δὴ πολλὴ τῆς Περσικῆς στρατιῆς αὐτοῦ ταύτῃ διεφθάρη καὶ δὴ καὶ αὐτὸς Κῦρος τελευτᾷ, βασιλεύσας τὰ πάντα ἑνὸς δέοντα τριήκοντα3 ἔτεα.
因为据说,起初他们隔开距离互相射箭,随后,当他们的箭都射尽时,便冲撞在一起,用长矛和短剑肉搏。他们对峙厮杀了很长时间,双方都不肯退却。但最终,马萨革泰人占了上风,波斯军队的大部分当场在此覆没,居鲁士本人也死去了,他总共统治了二十九年。
ἀσκὸν δὲ πλήσασα αἵματος ἀνθρωπηίου Τόμυρις ἐδίζητο ἐν τοῖσι τεθνεῶσι τῶν Περσέων τὸν Κύρου νέκυν, ὡς δὲ εὗρε, ἐναπῆκε αὐτοῦ τὴν κεφαλὴν ἐς τὸν ἀσκόν, λυμαινομένη δὲ τῷ νεκρῷ ἐπέλεγε τάδε·
托米丽司用人的鲜血装满了一个皮囊,在死去的波斯人中寻找居鲁士的尸体。当她找到时,便将他的头浸入皮囊中,一边侮辱着尸体,一边说道:
σὺ μὲν ἐμὲ ζῶσάν τε καὶ νικῶσάν σε μάχῃ ἀπώλεσας,4 παῖδα τὸν ἐμὸν ἑλὼν δόλῳ· σὲ δʼ ἐγώ, κατά περ ἠπείλησα, αἵματος κορέσω. τὰ μὲν δὴ κατὰ τὴν Κύρου τελευτὴν τοῦ βίου, πολλῶν λόγων λεγομένων, ὅδε μοι ὁ πιθανώτατος εἴρηται.
“我虽然还活着,并且在战斗中战胜了你,但你却用诡计夺走了我的儿子,从而毁灭了我。而我,正像我曾警告过你的那样,要让你饱饮鲜血。” 关于居鲁士生命的终结,虽然有许多种说法,但我觉得这一种是最可信的,因而在此叙述。
- 1.214.1ὅσαι δὴ βαρβάρων ἀνδρῶν μάχαι ἐγένοντο
修饰最高级 ἰσχυροτάτην 的关系从句。关系代词 ὅσος 将比较范围限定在“所有在异族人之间发生的战争”中。
- 1.214.2λέγεται αὐτοὺς διαστάντας ἐς ἀλλήλους τοξεύειν, μετὰ δὲ ὥς σφι τὰ βέλεα ἐξετετόξευτο, συμπεσόντας τῇσι αἰχμῇσί τε καὶ τοῖσι ἐγχειριδίοισι συνέχεσθαι
由无人称动词 λέγεται 引导的“对格加不定式”(A.c.I.)结构。对格主语 αὐτούς 由两个同格分词 διαστάντας 和 συμπεσόντας 修饰,分别对应并列的不定式 τοξεύειν 和 συνέχεσθαι。
- 1.214.3ἑνὸς δέοντα τριήκοντα
表示“二十九”(字面意思是“缺一的三十”)的数词习惯用法。现在分词 δέοντα 意为“缺少”,与属格 ἑνός(一)连用,从 τριήκοντα(三十)中扣除。
- 1.214.5σὺ μὲν ἐμὲ ζῶσάν τε καὶ νικῶσάν σε μάχῃ ἀπώλεσας
分词的让步用法。ζῶσαν(活着)和 νικῶσαν(战胜)是修饰宾格代词 ἐμέ(我)的一致分词。它们与主句动词 ἀπώλεσας(你毁灭了)形成对比,表示让步:“尽管我还活着并在战斗中战胜了你,你却毁灭了我”。
