- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.202.1-1.202.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-02
描述了阿拉克塞斯河的规模、河中岛民吸入某种果实烟气致醉的独特习俗,以及该河的地理流向与四十个河口。
ὁ δὲ Ἀράξης λέγεται καὶ μέζων καὶ ἐλάσσων εἶναι τοῦ Ἴστρου· νήσους δὲ ἐν αὐτῷ Λέσβῳ μεγάθεα παραπλησίας1 συχνάς φασι εἶναι, ἐν δὲ αὐτῇσι ἀνθρώπους οἳ σιτέονται μὲν ῥίζας τὸ θέρος ὀρύσσοντες παντοίας· καρποὺς δὲ ἀπὸ δενδρέων ἐξευρημένους σφι ἐς φορβὴν κατατίθεσθαι ὡραίους, καὶ τούτους σιτέεσθαι2 τὴν χειμερινήν.
据说阿拉克塞斯河既比伊斯特罗斯河大,又比它小。有人说,河中有很多岛屿,大小与莱斯博斯岛相仿;岛上住着一些人,他们在夏天挖掘各种根茎作为食物,而将从树上发现的成熟果实储存起来作为食粮,在冬天以此为食。
ἄλλα δέ σφι ἐξευρῆσθαι δένδρεα καρποὺς τοιούσδε τινὰς φέροντα, τοὺς ἐπείτε ἂν ἐς τὠυτὸ συνέλθωσι κατὰ εἴλας καὶ πῦρ ἀνακαύσωνται κύκλῳ περιιζομένους ἐπιβάλλειν ἐπὶ τὸ πῦρ, ὀσφραινομένους δὲ καταγιζομένου τοῦ καρποῦ τοῦ ἐπιβαλλομένου μεθύσκεσθαι τῇ ὀσμῇ κατά περ Ἕλληνας τῷ οἴνῳ πλεῦνος δὲ ἐπιβαλλομένου τοῦ καρποῦ μᾶλλον μεθύσκεσθαι, ἐς ὃ3 ἐς ὄρχησίν τε ἀνίστασθαι καὶ ἐς ἀοιδὴν ἀπικνέεσθαι. τούτων μὲν αὕτη λέγεται δίαιτα εἶναι.
据说他们还发现了另外一些树木,结有如下特征的果实:当人们成群结队地聚集在同一地方并燃起篝火时,他们环绕着篝火坐下,将这些果实扔进火里;当吸入被焚烧果实的香气时,他们便像希腊人喝葡萄酒那样因香气而醉倒;随着扔进火里的果实越来越多,他们醉得越厉害,直至站起来跳舞,并开始唱歌。据说这就是他们的生活方式。
ὁ δὲ Ἀράξης ποταμὸς ῥέει μὲν ἐκ Ματιηνῶν, ὅθεν περ ὁ Γύνδης τὸν ἐς τὰς διώρυχας τὰς ἑξήκοντά τε καὶ τριηκοσίας διέλαβε ὁ Κῦρος, στόμασι δὲ ἐξερεύγεται τεσσεράκοντα, τῶν τὰ πάντα πλὴν ἑνὸς ἐς ἕλεά τε καὶ τενάγεα ἐκδιδοῖ· ἐν τοῖσι ἀνθρώπους κατοικῆσθαι λέγουσι ἰχθῦς ὠμοὺς σιτεομένους, ἐσθῆτι δὲ νομίζοντας χρᾶσθαι φωκέων δέρμασι.
阿拉克塞斯河源自马蒂埃诺伊人的土地,这也就是居鲁士将其分流为三百六十条运河的居恩德斯河的源头所在。该河共有四十个河口,其中除一个外,其余全部注入沼泽和浅滩;据说,这些沼泽中居住着以生鱼为食、并习惯用海豹皮作衣服的人。
τὸ δὲ ἓν τῶν στομάτων τοῦ Ἀράξεω ῥέει διὰ καθαροῦ4 ἐς τὴν Κασπίην θάλασσαν.
而阿拉克塞斯河的这一个河口则流经畅通无阻的平原,注入里海。
- 1.202.1Λέσβῳ μεγάθεα παραπλησίας
与格的 Λέσβῳ 表示比较的对象(“与莱斯博斯岛相似”),而宾格的 μεγάθεα 作为关系宾格发挥作用(“在大小上”)。
- 1.202.1οἳ σιτέονται μὲν ... κατατίθεσθαι ... σιτέεσθαι
在由关系代名词 οἳ 引导的从句中,起初以直陈式现在时 σιτέονται 开始,但中途转而受到间接引语主动词 φασί 的支配,过渡为不定式 κατατίθεσθαι 和 σιτέεσθαι。这是希罗多德著作中特有的破格句(anacoluthon)现象。
- 1.202.2ἐς ὃ
等同于雅典方言 ἕως(“直到……,终于……”)的爱奥尼亚方言接续词短语。由于此处处于间接引语语境中,因此后接不定式 ἀνίστασθαι 和 ἀπικνέεσθαι,而非直陈式。
- 1.202.4διὰ καθαροῦ
基于形容词 καθαρός(“清澈的、开阔的”)的中性名词化前置词短语,此处用作副词性含义,表示“流经无阻碍的、开阔的土地”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 原文 1 处
