- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.192.1-1.192.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-02
在简述巴比伦首次被攻占后,作者通过其对波斯国王供养的份额以及总督特里坦泰克梅斯庞大的私人财产(马匹和犬只数量)为例,说明了巴比伦地区极其丰厚的财富和资源。
καὶ Βαβυλὼν μὲν οὕτω τότε πρῶτον ἀραίρητο. τὴν δὲ δύναμιν τῶν Βαβυλωνίων πολλοῖσι μὲν καὶ ἄλλοισι δηλώσω ὅση τις ἐστί,1 ἐν δὲ δὴ καὶ τῷδε. βασιλέι τῷ μεγάλῳ ἐς τροφὴν αὐτοῦ τε καὶ τῆς στρατιῆς διαραίρηται, πάρεξ τοῦ φόρου, γῆ πᾶσα ὅσης ἄρχει· δυώδεκα ὦν μηνῶν ἐόντων ἐς τὸν ἐνιαυτὸν τοὺς τέσσερας μῆνας τρέφει μιν ἡ Βαβυλωνίη χωρῇ, τοὺς δὲ ὀκτὼ τῶν μηνῶν ἡ λοιπὴ πᾶσα Ἀσίη.
这样,巴比伦在当时便首次被攻占。至于巴比伦人的资源究竟有多么强大,我将通过许多其他事例予以说明,而尤其是通过以下这一事例。大王除了贡税之外,他所统治的全部土地都被分割指派,用于供养他本人和他的军队。因此,在一年十二个月当中,巴比伦地区供养他四个月,而其余的八个月则由亚洲的其他全部地区供养。
οὕτω τριτημορίη ἡ Ἀσσυρίη χώρη τῇ δυνάμι τῆς ἄλλης Ἀσίης. καὶ ἡ ἀρχὴ τῆς χώρης ταύτης, τὴν οἱ Πέρσαι σατραπηίην καλέουσι, ἐστὶ ἁπασέων τῶν ἀρχέων πολλόν τι κρατίστη, ὅκου Τριτανταίχμῃ τῷ Ἀρταβάζου ἐκ βασιλέος ἔχοντι τὸν νομὸν τοῦτον ἀργυρίου μὲν προσήιε2 ἑκάστης ἡμέρης ἀρτάβη μεστή.
因此,亚述地区的资源相当于亚洲其他全部地区的三分之一。这一地区的统治权——波斯人称之为萨特拉皮(行省)——在所有的统治权中是绝对最强盛的。在这里,阿尔塔巴佐斯之子特里坦泰克梅斯从国王那里获得这一行政区的管辖权时,他每天都有满满一阿尔塔贝银子的收入。
ἡ δὲ ἀρτάβη, μέτρον ἐὸν Περσικόν, χωρέει μεδίμνου Ἀττικοῦ πλέον χοίνιξι τρισὶ3 Ἀττικῇσι, ἵπποι δὲ οἱ αὐτοῦ ἦσαν ἰδίῃ, πάρεξ τῶν πολεμιστηρίων, οἱ μὲν ἀναβαίνοντες τὰς θηλέας ὀκτακόσιοι, αἱ δὲ βαινόμεναι ἑξακισχίλιαι καὶ μυρίαι· ἀνέβαινε γὰρ ἕκαστος τῶν ἐρσένων τούτων εἴκοσι ἵππους.
这种阿尔塔贝是波斯的计量单位,比雅典的一麦地姆诺还多出三雅典干尼克斯。此外,除去战马,他私人拥有的马匹中,用于交配母马的公马有八百匹,而被交配的母马有一万六千匹;因为这些公马中的每一匹都要与二十匹母马交配。
κυνῶν δὲ Ἰνδικῶν τοσοῦτο δή τι πλῆθος ἐτρέφετο ὥστε τέσσερες τῶν ἐν τῷ πεδίῳ κῶμαι μεγάλαι, τῶν ἄλλων ἐοῦσαι ἀτελέες, τοῖσι κυσὶ προσετετάχατο4 σιτία παρέχειν. τοιαῦτα μὲν τῷ ἄρχοντι τῆς Βαβυλῶνος ὑπῆρχε ἐόντα.
此外,饲养的印度犬数量如此之多,以至于平原上的四个大村庄被免除其他一切税赋,专门负责为这些狗提供食物。巴比伦的统治者所拥有的,便是这样的一些财富。
- 1.192.1τὴν δὲ δύναμιν τῶν Βαβυλωνίων ... ὅση τις ἐστί
先行句式(prolepsis)的一个例子。逻辑上本应作为从属句(间接疑问句 ὅση τις ἐστί)主语的“巴比伦人的力量”,被提前放置为母句的宾格宾语。
- 1.192.2Τριτανταίχμῃ ... προσήιε
人名 Τριτανταίχμῃ 和分词 ἔχοντι 均为与格,作为利益(或所有)与格修饰动词 προσήιε(πρόσειμι“作为收入进来”的未完成过去式)。此外,ἑκάστης ἡμέρης 是时间属格(“每天”)。
- 1.192.3μεδίμνου Ἀττικοῦ πλέον χοίνιξι τρισὶ
μεδίμνου 是修饰比较级 πλέον 的比较属格,而 χοίνιξι 是表示差异程度的“差异与格”(“多出三干尼克斯”)。
- 1.192.4προσετετάχατο
动词 προστάσσω 的第三人称复数过去完成时被动语态。作为爱奥尼亚方言的特征,在辅音语干动词的完成时和过去完成时被动语态第三人称复数中,使用了 -ατο 词尾,以代替雅典方言的迂回曲折形式(分词+εἰμί,相当于雅典方言的 προστεταγμένοι ἦσαν)。
