- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.191.1-1.191.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-02
居鲁士部署军队后,将幼发拉底河水引入湖中使其水位下降。波斯士兵得以涉渡变浅的河床,趁着巴比伦城内居民正在举行节日庆典时出其不意地攻占了城市。
εἴτε δὴ ὦν ἄλλος οἱ ἀπορέοντι1 ὑπεθήκατο, εἴτε καὶ αὐτὸς ἔμαθε τὸ ποιητέον οἱ ἦν, ἐποίεε δὴ τοιόνδε.
不论是在他一筹莫展之际有人向他提出了建议,还是他自己领悟了该做的事,居鲁士都采取了如下行动。
τάξας τὴν στρατιὴν ἅπασαν ἐξ ἐμβολῆς τοῦ ποταμοῦ, τῇ ἐς τὴν πόλιν ἐσβάλλει, καὶ ὄπισθε αὖτις τῆς πόλιος τάξας ἑτέρους, τῇ ἐξιεῖ ἐκ τῆς πόλιος ὁ ποταμός, προεῖπε τῷ στρατῷ, ὅταν διαβατὸν τὸ ῥέεθρον ἴδωνται γενόμενον,2 ἐσιέναι ταύτῃ ἐς τὴν πόλιν. οὕτω τε δὴ τάξας καὶ κατὰ ταῦτα παραινέσας ἀπήλαυνε αὐτὸς σὺν τῷ ἀχρηίῳ τοῦ στρατοῦ.
他将全部军队部署在河流流入城市处的入口,以及在城市后方河流流出城市处的出口,并向军队下令,一旦看到河水变浅至可以涉渡,便从该处进入城市。在作此部署并作了这些指示之后,他自己带着军队中不宜作战的部分离去了。
ἀπικόμενος δὲ ἐπὶ τὴν λίμνην, τά περ ἡ τῶν Βαβυλωνίων βασίλεια ἐποίησε κατά τε τὸν ποταμὸν καὶ κατὰ τὴν λίμνην, ἐποίεε καὶ ὁ Κῦρος ἕτερα τοιαῦτα· τὸν γὰρ ποταμὸν διώρυχι ἐσαγαγὼν ἐς τὴν λίμνην ἐοῦσαν ἕλος, τὸ ἀρχαῖον ῥέεθρον διαβατὸν εἶναι ἐποίησε, ὑπονοστήσαντος τοῦ ποταμοῦ.
在到达湖泊后,居鲁士也对河流和湖泊采取了与此前巴比伦女王类似的举措。也就是说,他通过一条运河将河水引入原本是沼泽的湖泊中,随着河水的退落,使得原本的河床变得可以涉渡。
γενομένου δὲ τούτου τοιούτου, οἱ Πέρσαι οἵ περ ἐτετάχατο ἐπʼ αὐτῷ τούτῳ κατὰ τὸ ῥέεθρον τοῦ Εὐφρήτεω ποταμοῦ ὑπονενοστηκότος ἀνδρὶ ὡς ἐς μέσον μηρὸν μάλιστά κῃ, κατὰ τοῦτο ἐσήισαν ἐς τὴν Βαβυλῶνα.
当这一切完成后,那些正是为了这个目的而被部署在幼发拉底河河床上的波斯人,顺着退落到大约至男子大腿中部深度的河床,从这里进入了巴比伦。
εἰ μέν νυν προεπύθοντο ἢ ἔμαθον οἱ Βαβυλώνιοι τὸ ἐκ τοῦ Κύρου ποιεύμενον, οἳ δʼ ἂν περιιδόντες τοὺς Πέρσας ἐσελθεῖν ἐς τὴν πόλιν διέφθειραν ἂν3 κάκιστα· κατακληίσαντες γὰρ ἂν πάσας τὰς ἐς τὸν ποταμὸν πυλίδας ἐχούσας καὶ αὐτοὶ ἐπὶ τὰς αἱμασιὰς ἀναβάντες τὰς παρὰ τὰ χείλεα τοῦ ποταμοῦ ἐληλαμένας, ἔλαβον ἂν σφέας ὡς ἐν κύρτῃ.
若是巴比伦人预先察觉或得知了居鲁士的所作所为,他们绝不会放任波斯人进入城内,而会极为悲惨地消灭他们。因为他们只需关闭所有通往河流的小门,并亲自登上沿着河岸修筑的围墙,就能像在鱼笼中抓鱼一样将他们一网打尽。
νῦν δὲ ἐξ ἀπροσδοκήτου σφι παρέστησαν οἱ Πέρσαι. ὑπὸ δὲ μεγάθεος τῆς πόλιος, ὡς λέγεται ὑπὸ τῶν ταύτῃ οἰκημένων, τῶν περὶ τὰ ἔσχατα τῆς πόλιος ἑαλωκότων τοὺς τὸ μέσον οἰκέοντας τῶν Βαβυλωνίων οὐ μανθάνειν ἑαλωκότας,4 ἀλλὰ τυχεῖν γάρ σφι ἐοῦσαν ὁρτήν,5 χορεύειν τε τοῦτον τὸν χρόνον καὶ ἐν εὐπαθείῃσι εἶναι, ἐς ὃ δὴ καὶ τὸ κάρτα ἐπύθοντο.
然而在当时,波斯人却出乎意料地出现在他们面前。而由于城市面积巨大,据当地居民所说,即使城市边缘的人已经被俘,居住在巴比伦市中心的居民也毫不知情,(因为当时他们刚好在过节)他们此时仍在载歌载舞、寻欢作乐,直到他们最终切切实实地得知了这一消息。
- 1.191.1ἀπορέοντι
与与格第三人称代词 οἱ(相当于雅典方言的 αὐτῷ)相一致的现在分词,表示伴随状况(“在他一筹莫展之际”)。
- 1.191.2ὅταν διαβατὸν τὸ ῥέεθρον ἴδωνται γενόμενον
带有虚拟语气 ἴδωνται(ὁράω 的不定过去时中动态)的时间从句。γενόμενον 是 ἴδωνται 的补充分词,并带有表语形容词 διαβατόν(“可涉渡的”),表示未来的不确定条件(“一旦他们看到河水变得可以涉渡”)。
- 1.191.5οἳ δʼ ἂν περιιδόντες τοὺς Πέρσας ἐσελθεῖν ἐς τὴν πόλιν διέφθειραν ἂν
过去虚拟条件句的结句,对应前文的条件从句(εἰ ... προεπύθοντο ἢ ἔμαθον)。主语 οἳ δέ 起指示代词作用,指代巴比伦人。语气词 ἄν 在动词 διέφθειραν 前后重复出现以示强调。分词 περιιδόντες(源自 περιοράω,“放任、听任”)修饰不定式 ἐσελθεῖν,意为“放任他们进入”。
- 1.191.6οὐ μανθάνειν ἑαλωκότας
由表示传闻的 ὡς λέγεται(“正如所说的那样”)引导,后面延续了间接引语的宾格加不定式结构(μανθάνειν)。分词 ἑαλωκότας(ἁλίσκομαι“被占领、被捕”的完成时分词,宾格复数)是知觉动词 μανθάνειν 的补充分词,意为“没有得知自己已被捕”。
- 1.191.6τυχεῖν γάρ σφι ἐοῦσαν ὁρτήν
由 γάρ(“因为”)引导的插叙句,但仍契合整体间接引语的语境而使用了不定式 τυχεῖν。动词 τυγχάνω 须接分词以表示“碰巧、刚好是……”,此处接离子方言分词 ἐοῦσαν(雅典方言的 οὖσαν),意为“他们刚好在过节”。
