← 希罗多德

历史

§1.172.1-1.172.2

考诺斯人的起源与驱逐外邦神明

阐述考诺斯人的起源及其独特习俗。叙述了他们为了仅信仰祖先的神明而将外邦神明驱逐至国境的事件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.172.1

οἱ δὲ Καύνιοι αὐτόχθονες δοκέειν ἐμοὶ1 εἰσί, αὐτοὶ μέντοι ἐκ Κρήτης φασὶ εἶναι. προσκεχωρήκασι δὲ γλῶσσαν2 μὲν πρὸς τὸ Καρικὸν ἔθνος, ἢ οἱ Κᾶρες πρὸς τὸ Καυνικόν (τοῦτο γὰρ οὐκ ἔχω ἀτρεκέως διακρῖναι), νόμοισι δὲ χρέωνται κεχωρισμένοισι πολλὸν τῶν τε ἄλλων ἀνθρώπων καὶ Καρῶν. τοῖσι γὰρ κάλλιστον ἐστὶ κατʼ ἡλικίην τε καὶ φιλότητα εἰλαδὸν συγγίνεσθαι ἐς πόσιν, καὶ ἀνδράσι καὶ γυναιξὶ καὶ παισί.

依我之见,考诺斯人是土著,但他们自己却自称来自克里特。他们在语言上接近卡里亚民族,或者是卡里亚人接近考诺斯民族(因为对此我无法确凿地区分),但在习俗上,他们使用的习惯与其他人及卡里亚人都有极大的不同。因为在他们看来,按年龄和亲疏关系成群结队地聚集在一起饮酒是最为体面的事,无论男女老少皆是如此。

§1.172.2

ἱδρυθέντων δέ σφι ἱρῶν ξεινικῶν, μετέπειτα ὥς σφι ἀπέδοξε, ἔδοξέ δὲ τοῖσι πατρίοισι μοῦνον χέασθαι3 θεοῖσι, ἐνδύντες τὰ ὅπλα ἅπαντες Καύνιοι ἡβηδόν,4 τύπτοντες δόρασι τὸν ἠέρα, μέχρι οὔρων τῶν Καλυνδικῶν εἵποντο, καὶ ἔφασαν ἐκβάλλειν τοὺς ξεινικοὺς θεούς.

在他们当中曾建立起外邦的神庙,但后来他们改变了主意,决定只向祖先的神明献酒,于是考诺斯所有达到兵役年龄的人都穿上盔甲,用长矛击打着虚空,一直追到卡林达的边界,并宣称要把外邦的神明驱逐出去。

语法注4 条
  1. 1.172.1δοκέειν ἐμοὶ

    限制性或绝对不定式用法。等同于省略了 ὡς 的 ὡς δοκεῖν ἐμοί,意为“依我之见”或“在我看来”,作为副词短语使用。

  2. 1.172.1γλῶσσαν

    关系(或关系/方面)宾格,意为“在语言方面”或“就语言而言”,修饰动词 προσκεχωρήκασι。

  3. 1.172.2χέασθαι

    动词 χέω(倾倒、奠酒)的中介主动第一不定过去时不定式。在此作为 ἔδοξε(决定)的补充不定式,意为“仅向祖先的神明献酒”。虽然有人认为这是把 χρᾶσθαι(仕奉、礼拜)误写而成的抄本错误,但通常理解为“进行奠酒(祭祀)”。

  4. 1.172.2ἡβηδόν

    副词,意为“凡达到成年(兵役年龄)的所有人”,表明考诺斯的所有成年男性公民都全副武装,参与了这次具有军事色彩的驱逐行动。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.172.1-1.172.2