← 希罗多德

历史

§1.171.1-1.171.6

哈尔帕哥斯的远征与卡里亚人的起源

哈尔帕哥斯在征服伊奥尼亚后对卡里亚、考诺斯和吕基亚发动远征。文中介绍了关于卡里亚人起源的两种相反说法:克里特人认为他们是被驱逐出岛屿的,而卡里亚人自己则坚称是土著。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.171.1

Ἅρπαγος δὲ καταστρεψάμενος Ἰωνίην ἐποιέετο στρατηίην ἐπὶ Κᾶρας καὶ Καυνίους καὶ Λυκίους, ἅμα ἀγόμενος καὶ Ἴωνας καὶ Αἰολέας.

哈尔帕哥斯在征服伊奥尼亚后,又带着伊奥尼亚人和埃奥利斯人,对卡里亚人、考诺斯人和吕基亚人发动了远征。

§1.171.2

εἰσὶ δὲ τούτων Κᾶρες μὲν ἀπιγμένοι ἐς τὴν ἤπειρον ἐκ τῶν νήσων. τὸ γὰρ παλαιὸν ἐόντες Μίνω κατήκοοι καὶ καλεόμενοι Λέλεγες εἶχον τὰς νήσους, φόρον μὲν οὐδένα ὑποτελέοντες, ὅσον καὶ ἐγὼ δυνατός εἰμι ἐπὶ μακρότατον ἐξικέσθαι ἀκοῇ·1 οἳ δέ, ὅκως Μίνως δέοιτο, ἐπλήρουν οἱ τὰς νέας.

在这些之中,卡里亚人是从岛屿来到大陆的。因为在古代,他们是米诺斯的臣属,被称为莱莱格斯人,占领着这些岛屿,据我通过传闻所能追溯的最远范围而言,他们不缴纳任何贡税;但是,每当米诺斯有需要时,他们就为他配备船员。

§1.171.3

ἅτε δὴ Μίνω τε κατεστραμμένου γῆν πολλὴν καὶ εὐτυχέοντος τῷ πολέμῳ, τὸ Καρικὸν ἦν ἔθνος λογιμώτατον τῶν ἐθνέων ἁπάντων κατὰ τοῦτον ἅμα τὸν χρόνον μακρῷ μάλιστα.

由于米诺斯征服了许多土地且在战争中屡屡得胜,卡里亚民族在同一时期是所有民族中远远最为著名的。

§1.171.4

καί σφι τριξὰ ἐξευρήματα ἐγένετο, τοῖσι οἱ Ἕλληνες ἐχρήσαντο· καὶ γὰρ ἐπὶ τὰ κράνεα λόφους ἐπιδέεσθαι Κᾶρες εἰσὶ οἱ καταδέξαντες καὶ ἐπὶ τὰς ἀσπίδας τὰ σημήια ποιέεσθαι, καὶ ὄχανα ἀσπίσι οὗτοι εἰσὶ οἱ ποιησάμενοι πρῶτοι· τέως δὲ ἄνευ ὀχάνων ἐφόρεον τὰς ἀσπίδας πάντες οἳ περ ἐώθεσαν ἀσπίσι χρᾶσθαι, τελαμῶσι σκυτίνοισι οἰηκίζοντες, περὶ τοῖσι αὐχέσι τε καὶ τοῖσι ἀριστεροῖσι ὤμοισι περικείμενοι.

他们还有三项发明被希腊人所采用:因为是卡里亚人开创了在头盔上装饰羽冠、在盾牌上绘制徽章的做法,并且他们是首先在盾牌上制造把手的人。在此之前,所有习惯使用盾牌的人在携带盾牌时都没有把手,而是通过套在脖子和左肩上的皮带连接并操纵。

§1.171.5

μετὰ δὲ τοὺς Κᾶρας χρόνῳ ὕστερον πολλῷ Δωριέες τε καὶ Ἴωνες ἐξανέστησαν2 ἐκ τῶν νήσων, καὶ οὕτω ἐς τὴν ἤπειρον ἀπίκοντο. κατὰ μὲν δὴ Κᾶρας οὕτω Κρῆτες λέγουσι γενέσθαι· οὐ μέντοι αὐτοί γε ὁμολογέουσι τούτοισι οἱ Κᾶρες, ἀλλὰ νομίζουσι αὐτοὶ ἑωυτοὺς εἶναι αὐτόχθονας ἠπειρώτας, καὶ τῷ οὐνόματι τῷ αὐτῷ αἰεὶ διαχρεωμένους τῷ περ νῦν.

在卡里亚人之后,过了很久,多利安人和伊奥尼亚人把他们从岛屿上驱逐出去,他们这才来到了大陆。关于卡里亚人,克里特人是这样说的;然而,卡里亚人自己并不同意这些说法,而是认为自己是土生土长的大陆人,并且一直使用着和现在完全相同的名字。

§1.171.6

ἀποδείκνῦσι δὲ ἐν Μυλάσοισι Διὸς Καρίου ἱρὸν ἀρχαῖον, τοῦ Μυσοῖσι μὲν καὶ Λυδοῖσι μέτεστι3 ὡς κασιγνήτοισι ἐοῦσι τοῖσι Καρσί· τὸν γὰρ Λυδὸν καὶ τὸν Μυσὸν λέγουσι εἶναι Καρὸς ἀδελφεούς. τούτοισι μὲν δὴ μέτεστι, ὅσοι δὲ ἐόντες ἄλλου ἔθνεος ὁμόγλωσσοι τοῖσι Καρσὶ ἐγένοντο, τούτοισι δὲ οὐ μέτα.

他们还在米拉萨展示了一座古老的卡里亚宙斯神庙,密细亚人和吕底亚人作为卡里亚人的兄弟,有权分享这座神庙;因为他们说吕多斯和缪索斯是卡罗斯的兄弟。这些人的确享有分享权,但那些虽属其他民族、却变得与卡里亚人同享一种语言的人,则没有分享权。

语法注3 条
  1. 1.171.2ὅσον καὶ ἐγὼ δυνατός εἰμι ἐπὶ μακρότατον ἐξικέσθαι ἀκοῇ

    由关系代词 ὅσον 引导的限制性表达。不定词 ἐξικέσθαι 意为“追溯到”,伴有介词短语 ἐπὶ μακρότατον(最远)。ἀκοῇ 为方式/工具与格,意为“通过传闻”。

  2. 1.171.5ἐξανέστησαν

    动词 ἐξανίστημι 的不定过去时第三人称复数形式。此形式既可以是及物动词的第一不定过去时(意为“驱逐、赶走”),也可以是不及物动词的第二不定过去时(意为“迁离、移居”)。在本文语境中,作及物动词理解更符合上下文,意为多利安人和伊奥尼亚人将卡里亚人“驱逐”出岛屿,省略了直接宾语(αὐτούς)。

  3. 1.171.6τοῦ Μυσοῖσι μὲν καὶ Λυδοῖσι μέτεστι

    无人称动词 μέτεστι(分享、参与)的句型,要求表示所分享之物的属格(即关系代词 τοῦ,指代前文的 ἱρόν)以及表示分享者的与格(Μυσοῖσι καὶ Λυδοῖσι)。意为“密细亚人和吕底亚人在此神庙中享有分享权”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.171.1-1.171.6