- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.145.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-31
作者解释说,爱奥尼亚人建立十二个城市是因为他们在伯罗奔尼撒时期就分为十二个部分,并列举了目前占领该地的阿卡亚人的十二个区域。
δυώδεκα δὲ μοι δοκέουσι1 πόλιας ποιήσασθαι οἱ Ἴωνες καὶ οὐκ ἐθελῆσαι πλεῦνας ἐσδέξασθαι τοῦδε εἵνεκα, ὅτι καὶ ὅτε ἐν Πελοποννήσῳ οἴκεον, δυώδεκα ἦν αὐτῶν μέρεα, κατά περ νῦν Ἀχαιῶν τῶν ἐξελασάντων Ἴωνας δυώδεκα ἐστὶ μέρεα, Πελλήνη μέν γε πρώτη πρὸς Σικυῶνος, μετὰ δὲ Αἴγειρα καὶ Αἰγαί, ἐν τῇ Κρᾶθις ποταμὸς ἀείναος ἐστί, ἀπʼ ὅτευ2 ὁ ἐν Ἰταλίῃ ποταμὸς τὸ οὔνομα ἔσχε, καὶ Βοῦρα καὶ Ἑλίκη, ἐς τὴν κατέφυγον Ἴωνες ὑπὸ Ἀχαιῶν μάχῃ ἑσσωθέντες,3 καὶ Αἴγιον καὶ Ῥύπες καὶ Πατρέες καὶ Φαρέες καὶ Ὤλενος, ἐν τῷ Πεῖρος ποταμὸς μέγας ἐστί, καὶ Δύμη καὶ Τριταιέες, οἳ μοῦνοι τούτων μεσόγαιοι οἰκέουσι. ταῦτα δυώδεκα μέρεα νῦν Ἀχαιῶν ἐστὶ καὶ τότε γε Ἰώνων ἦν.
在我看来,爱奥尼亚人建立十二个城市且不愿接纳更多城市,是因为以下原因:即在他们居住于伯罗奔尼撒半岛时,他们也分为十二个部分,正如现在驱逐了爱奥尼亚人的阿卡亚人分为十二个部分一样。首先是靠近西库翁方向的培勒涅,其次是埃盖拉和埃盖(此处有终年不息的克拉提斯河,意大利的那条河便是得名于此),然后是布拉和赫利克(战败于阿卡亚人的爱奥尼亚人曾逃往该地),接着是埃吉翁、律佩斯、帕特莱、法莱、奥勒诺斯(此处有大河培罗斯河),以及迪梅和特里泰亚人(在这些人中只有他们居住在内陆)。这十二个部分如今属于阿卡亚人,而在当时则属于爱奥尼亚人。
- 1.145.1μοι δοκέουσι
此处使用了人称句构(Personal construction),主语 οἱ Ἴωνες 与动词 δοκέουσι 一致,而不是使用非人称句构 δοκεῖ 搭配宾格加不定式。
- 1.145.1ἀπʼ ὅτευ
ὅτευ 是关系代词 ὅστις 的属格单数中性形式 ὅτου 的爱奥尼亚方言形式。与介词 ἀπό 连用,指代前文的克拉提斯河(Κρᾶθις)。
- 1.145.1ὑπὸ Ἀχαιῶν μάχῃ ἑσσωθέντες
ἑσσωθέντες 是动词 ἑσσόομαι(雅典方言为 ἠσσάομαι,“战败”)的被动语态不定过去时分词(阳性复数主格),与主语 Ἴωνες 一致。它带有一个表示施事者的介词短语 ὑπὸ Ἀχαιῶν(被阿卡亚人)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 原文 1 处
