← 希罗多德

历史

§1.144.1-1.144.3

哈利卡尔那索斯被逐出多利安同盟

叙述了多利安人的五城同盟如何因阿加西克勒斯违反神圣惯例,而将哈利卡尔那索斯排除在特里奥皮翁神庙祭仪之外的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.144.1

κατά περ1 οἱ ἐκ τῆς πενταπόλιος νῦν χώρης Δωριέες, πρότερον δὲ ἑξαπόλιος τῆς αὐτῆς ταύτης καλεομένης, φυλάσσονται ὦν μηδαμοὺς ἐσδέξασθαι2 τῶν προσοίκων Δωριέων ἐς τὸ Τριοπικὸν ἱρόν, ἀλλὰ καὶ σφέων αὐτῶν τοὺς περὶ τὸ ἱρόν ἀνομήσαντας ἐξεκλήισαν τῆς μετοχῆς, ἐν γὰρ τῷ ἀγῶνι τοῦ Τριοπίου Ἀπόλλωνος ἐτίθεσαν τὸ πάλαι τρίποδας χαλκέους τοῖσι νικῶσι, καὶ τούτους χρῆν τοὺς λαμβάνοντας ἐκ τοῦ ἱροῦ μὴ ἐκφέρειν ἀλλʼ αὐτοῦ ἀνατιθέναι τῷ θεῷ.

正如现在被称为“五城同盟”之地的多利安人一样——这片土地以前被称为“六城同盟”——他们防范着不让邻近的任何多利安人进入特里奥皮翁神庙,甚至将他们自己人中对神庙犯下不法行为的人也排斥在共享范围之外。因为在特里奥皮翁的阿波罗竞技会中,古时他们曾向胜利者提供青铜三脚鼎,而凡是获得它的人,都不被允许将其带出神庙,而必须在当地将其奉献给神明。

§1.144.3

ἀνὴρ ὦν Ἁλικαρνησσεύς, τῷ οὔνομα ἦν Ἀγασικλέης, νικήσας τὸν νόμον κατηλόγησε,3 φέρων δὲ πρὸς τὰ ἑωυτοῦ οἰκία προσεπασσάλευσε τὸν τρίποδα. διὰ ταύτην τὴν αἰτίην αἱ πέντε πόλιες, Λίνδος καὶ Ἰήλυσός τε καὶ Κάμειρος καὶ Κῶς τε καὶ Κνίδος ἐξεκλήισαν τῆς μετοχῆς τὴν ἕκτην πόλιν Ἁλικαρνησσόν. τούτοισι μέν νυν οὗτοι ταύτην τὴν ζημίην ἐπέθηκαν.

然而,一个名叫阿加西克勒斯的哈利卡尔那索斯人,在获胜后无视了这一惯例,将三脚鼎带走并钉在了自己家里。由于这个原因,五个城市——林多斯、伊阿吕索斯、卡梅罗斯、科斯和克尼多斯——将第六个城市哈利卡尔那索斯排除在共享范围之外。于是,这些人便对他们施加了这一处罚。

语法注3 条
  1. 1.144.1κατά περ

    该连词引入一个对比,将前一章(1.143.3)中伊奥尼亚人决定不让其他伊奥尼亚人分享帕尼奥尼翁祭仪的做法,与多利安人在特里奥皮翁神庙采取的类似做法进行比较。

  2. 1.144.1φυλάσσονται ὦν μηδαμοὺς ἐσδέξασθαι

    中动态动词 φυλάσσομαι(防范、警惕)后接带有否定词(此处为 μηδαμούς)的不定式,表示“防范着不让任何人进入”或“小心不让任何人进入”。

  3. 1.144.3τὸν νόμον κατηλόγησε

    动词 καταλογέω(无视、轻视)此处以单数宾格 τὸν νόμον(惯例、法律)作为直接宾语,尽管它有时也可以支配属格。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.144.1-1.144.3