← 希罗多德

历史

§1.134.1-1.134.3

波斯人的问候礼节与对邻族的等级观念

描述波斯人根据地位在路上问候的习俗,以及他们根据地理距离按比例尊重邻近民族的空间等级观念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.134.1

ἐντυγχάνοντες δʼ ἀλλήλοισι ἐν τῇσι ὁδοῖσι, τῷδε ἄν τις διαγνοίη1 εἰ ὅμοιοί εἰσὶ οἱ συντυγχάνοντες· ἀντὶ γὰρ τοῦ προσαγορεύειν ἀλλήλους φιλέουσι τοῖσι στόμασι· ἢν δὲ ᾖ οὕτερος ὑποδεέστερος ὀλίγῳ, τὰς παρειὰς φιλέονται· ἢν δὲ πολλῷ ᾖ οὕτερος ἀγεννέστερος, προσπίπτων προσκυνέει τὸν ἕτερον.

当他们在路上相遇时,人们可以通过以下方式辨别相遇的人是否地位相等:因为他们不互相口头问候,而是亲吻嘴唇;但如果其中一人地位稍低,他们就亲吻脸颊;如果其中一人地位低下得多,他就会俯伏在地向另一人下拜。

§1.134.2

τιμῶσι δὲ ἐκ πάντων τοὺς ἄγχιστα ἑωυτῶν οἰκέοντας μετά γε ἑωυτούς, δευτέρα δὲ τοὺς δευτέρους· μετὰ δὲ κατὰ λόγον προβαίνοντες τιμῶσι· ἥκιστα δὲ τοὺς ἑωυτῶν ἑκαστάτω οἰκημένους ἐν τιμῇ ἄγονται, νομίζοντες ἑωυτοὺς εἶναι ἀνθρώπων μακρῷ τὰ πάντα ἀρίστους, τοὺς δὲ ἄλλους κατὰ λόγον τῆς ἀρετῆς ἀντέχεσθαι,2 τοὺς δὲ ἑκαστάτω οἰκέοντας ἀπὸ ἑωυτῶν κακίστους εἶναι.

在所有的民族中,他们最尊重紧邻自己居住的人,其次是第二近的人;在此之后,他们按照距离的比例依次予以尊重;而对那些离他们最远的人,他们最不尊重,因为他们认为自己是全人类中在各方面都远远最优秀的,而其他人的优秀程度则是按距离比例递减,离他们最远的人则是最差的。

§1.134.3

ἐπὶ δὲ Μήδων ἀρχόντων καὶ ἦρχε τὰ ἔθνεα ἀλλήλων, συναπάντων μὲν Μῆδοι καὶ τῶν3 ἄγχιστα οἰκεόντων σφίσι, οὗτοι δὲ καὶ τῶν ὁμούρων, οἳ δὲ μάλα τῶν ἐχομένων, κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ οἱ Πέρσαι τιμῶσι· προέβαινε γὰρ δὴ τὸ ἔθνος ἄρχον τε καὶ ἐπιτροπεῦον.

在米底人统治时期,各民族也互相统治:米底人统治所有人,特别是紧邻他们居住的人,而这些人又统治他们的邻居,邻居又统治紧邻他们的人,波斯人正是按照这完全相同的比例来予以尊重的;因为那个统治和管辖的民族正是这样依次向外扩展的。

语法注3 条
  1. 1.134.1τῷδε ἄν τις διαγνοίη

    中性单数指示代词与格 τῷδε 表示手段或判断的依据,预示了随后由 εἰ ὅμοιοί εἰσὶ... 引导的间接疑问从句。 ἄν 与希求语气 διαγνοίη 的结合表示潜在的可能性(“人们可以借此辨别出”)。

  2. 1.134.2τοὺς δὲ ἄλλους κατὰ λόγον τῆς ἀρετῆς ἀντέχεσθαι

    这是由分词 νομίζοντες 支配的带宾格不定式结构的一部分。宾格的 τοὺς δὲ ἄλλους 作中动语态不定式 ἀντέχεσθαι(意为“依附、占有、分享”)的逻辑主语。在最优秀的(ἀρίστους)与最差的(κακίστους)这两个极端之间,它描述了中间的其他民族如何根据其地理距离按比例“分享”或“保有”卓越性(徳)。

  3. 1.134.3ἐπὶ δὲ Μήδων ἀρχὸν τῶν

    手抄本传统中一处非常难解的读法。多数标准校勘本将其纠正为属格独立结构 ἐπὶ δὲ Μήδων ἀρχόντων(意为“在米底人统治时”)。即便保留此处呈现的异读 ἀρχὸν τῶν,也应当理解为介词 ἐπί(支配属格,意为“在……时代”)与表示统治的词(分词)的破损残余相连,表达同样的时代背景设定。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.134.1-1.134.3