- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.129.1-1.129.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-31
哈尔帕哥斯嘲弄成为俘虏的阿斯提阿格斯,并提起被迫吃下自己孩子肉的宴会。阿斯提阿格斯则反驳,斥责哈尔帕哥斯本可自己称王却将权力拱手让给波斯人是何等愚蠢与不义。
ἐόντι δὲ αἰχμαλώτῳ τῷ Ἀστυάγεϊ προσστὰς ὁ Ἅρπαγος κατέχαιρέ τε καὶ κατεκερτόμεε, καὶ ἄλλα λέγων ἐς αὐτὸν θυμαλγέα ἔπεα, καὶ δὴ καὶ εἴρετό μιν πρὸς τὸ ἑωυτοῦ1 δεῖπνον, τὸ μιν ἐκεῖνος σαρξὶ τοῦ παιδὸς ἐθοίνησε, ὅ τι εἴη ἡ ἐκείνου δουλοσύνη ἀντὶ τῆς βασιληίης.
哈尔帕哥斯走到已成为俘虏的阿斯提阿格斯面前,对他幸灾乐祸并加以嘲弄。除了对他说了其他许多令人痛心的话之外,他还特别提到他自己的那次宴会——就是那人曾用他自己孩子的肉来款待他的那次宴会——并问他,用王位换来的奴隶身份感觉如何。
ὁ δέ μιν προσιδὼν ἀντείρετο εἰ ἑωυτοῦ ποιέεται τὸ Κύρου ἔργον. Ἅρπαγος δὲ ἔφη, αὐτὸς γὰρ γράψαι,2 τὸ πρῆγμα ἑωυτοῦ δὴ δικαίως εἶναι.
阿斯提阿格斯看着他,反问他是否把居鲁士的功绩归为己有。哈尔帕哥斯说,既然是他自己写了信,这件事情理所当然确实是属于他自己的。
Ἀστυάγης δέ μιν ἀπέφαινε τῷ λόγῳ σκαιότατόν τε καὶ ἀδικώτατον ἐόντα πάντων ἀνθρώπων, σκαιότατον μέν γε, εἰ παρεὸν3 αὐτῷ βασιλέα γενέσθαι, εἰ δὴ διʼ ἑωυτοῦ γε ἐπρήχθη τὰ παρεόντα, ἄλλῳ περιέθηκε τὸ κράτος, ἀδικώτατον δέ, ὅτι τοῦ δείπνου εἵνεκεν Μήδους κατεδούλωσε.
阿斯提阿格斯则在言辞中证明他是全人类中最愚蠢、最不义的人:说他最愚蠢,是因为如果眼前的局面确实是通过他自己实现的,那么在本来可以由他自己当国王的情况下,他却把权力交给了别人;说他最不义,是因为他仅为了那次宴会的私怨,就将米底人贬为了奴隶。
εἰ γὰρ δὴ δεῖν4 πάντως περιθεῖναι ἄλλῳ τεῷ τὴν βασιληίην καὶ μὴ αὐτὸν ἔχειν, δικαιότερον εἶναι Μήδων τεῷ περιβαλεῖν τοῦτο τὸ ἀγαθὸν ἢ Περσέων. νῦν δὲ Μήδους μὲν ἀναιτίους τούτου ἐόντας δούλους ἀντὶ δεσποτέων γεγονέναι, Πέρσας δὲ δούλους ἐόντας τὸ πρὶν Μήδων νῦν γεγονέναι δεσπότας.
因为,如果无论如何都必须把王位授予别人而不能由自己保有,那么将这一福祉赐予某个米底人也比赐予波斯人更为公正。但现在,在这件事上毫无过错的米底人却从主人变成了奴隶,而从前作为米底人奴隶的波斯人,如今倒成了主人。
- 1.129.1ἑωυτοῦ
反身代词 ἑωυτοῦ 指的是该句的主语哈尔帕哥斯(ὁ Ἅρπαγος)本人。因此,它意为“他自己的宴会”,即阿斯提阿格斯用哈尔帕哥斯儿子的肉款待他的那场惨绝人寰的宴会。
- 1.129.2γράψαι
在由 γάρ 引导的原因从句中,使用了不定式 γράψαι(γράφω 的不定过去时不定式)来代替直陈式。这是希罗多德等爱奥尼亚方言散文的一个特征,即间接引语(依赖于 ἔφη)的影响延伸到了从句中。
- 1.129.3παρεὸν
这是无人称动词 πάρεστι(可能)的现在分词中性单数宾格,用作所谓的“宾格绝对结构”(accusative absolute)。它表示让步:“尽管他自己本来可以成为国王”。
- 1.129.4δεῖν
在间接引语中(依赖于 ἀπέφαινε),条件从句(εἰ 从句)中的动词使用了不定式 δεῖν,而不是直陈式(ἔδει)。这种将从句动词同化为不定式的用法是希罗多德语法的一个特征。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
