← 希罗多德

历史

§1.123.1-1.123.4

哈尔帕戈斯的密谋与兔腹密信

哈尔帕戈斯为了向阿斯提阿格斯复仇,拉拢了已成年的居鲁士,并说服米底贵族们为起义做准备。为了避开严密的道路守卫,他将信件藏在野兔的肚子里送给居鲁士。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.123.1

ἐνθεῦτεν μὲν ἡ φάτις αὕτη κεχώρηκε. Κύρῳ δὲ ἀνδρευμένῳ καὶ ἐόντι τῶν ἡλίκων ἀνδρηιοτάτῳ καὶ προσφιλεστάτῳ προσέκειτο ὁ Ἅρπαγος δῶρα πέμπων, τίσασθαι Ἀστυάγεα ἐπιθυμέων· ἀπʼ ἑωυτοῦ γὰρ ἐόντος ἰδιώτεω1 οὐκ ἐνώρα τιμωρίην ἐσομένην ἐς Ἀστυάγεα, Κῦρον δὲ ὁρέων ἐπιτρεφόμενον ἐποιέετο σύμμαχον, τὰς πάθας τὰς Κύρου τῇσι ἑωυτοῦ ὁμοιούμενος.

就这样,这个谣言在世间传开了。与此同时,随着居鲁士长大成人,并成为同辈中最勇敢、最受爱戴的人,哈尔帕戈斯因极度渴望向阿斯提阿格斯复仇,便通过不断送礼来极力讨好他。因为他看到,自己仅是一个平民,单凭自己的力量,无法指望向阿斯提阿格斯复仇;但当他看到正在成长中的居鲁士时,便将居鲁士的遭遇与自己的遭遇相联系,试图将他拉拢为盟友。

§1.123.2

πρὸ δʼ ἔτι τούτου τάδε οἱ κατέργαστο· ἐόντος τοῦ Ἀστυάγεος πικροῦ ἐς τοὺς Μήδους, συμμίσγων ἑνὶ ἑκάστῳ ὁ Ἅρπαγος τῶν πρώτων Μήδων ἀνέπειθε ὡς χρὴ Κῦρον προστησαμένους Ἀστυάγεα παῦσαι τῆς βασιληίης.

然而在此之前,哈尔帕戈斯就已经完成了以下准备工作:由于阿斯提阿格斯对米底人十分严苛,哈尔帕戈斯便与米底的显贵们逐一接触,说服他们应当拥立居鲁士为领袖,废黜阿斯提阿格斯的王位。

§1.123.3

κατεργασμένου δέ οἱ τούτου καὶ ἐόντος ἑτοίμου, οὕτω δὴ τῷ Κύρῳ διαιτωμένῳ ἐν Πέρσῃσι βουλόμενος Ἅρπαγος δηλῶσαι τὴν ἑωυτοῦ γνώμην ἄλλως μὲν οὐδαμῶς εἶχε2 ἅτε τῶν ὁδῶν φυλασσομενέων, ὁ δὲ ἐπιτεχνᾶται τοιόνδε·

当这件事被他促成且准备就绪时,恰逢居鲁士生活在波斯人之中,哈尔帕戈斯想要向他表明自己的意图,但由于各条道路都防守严密,别无他法。于是,他设计了如下妙计:

§1.123.4

λαγὸν μηχανησάμενος, καὶ ἀνασχίσας τούτου τὴν γαστέρα καὶ οὐδὲν ἀποτίλας, ὡς δὲ εἶχε οὕτω ἐσέθηκε βυβλίον, γράψας τά οἱ ἐδόκεε· ἀπορράψας δὲ τοῦ λαγοῦ τὴν γαστέρα, καὶ δίκτυα δοὺς ἅτε θηρευτῇ τῶν οἰκετέων τῷ πιστοτάτῳ, ἀπέστελλε ἐς τοὺς Πέρσας, ἐντειλάμενὸς οἱ ἀπὸ γλώσσης διδόντα τὸν λαγὸν Κύρῳ ἐπειπεῖν3 αὐτοχειρίῃ μιν διελεῖν καὶ μηδένα οἱ ταῦτα ποιεῦντι παρεῖναι.

他弄来一只野兔,剖开它的肚子,完全没有拔去兔毛,就那样直接把一封写有他意图的书信塞了进去。接着,他缝合了野兔的肚子,把网具交给仆人中最信任的一个,让他扮作猎人,打发他前往波斯,并口头吩咐他,在把野兔交给居鲁士时,要告诉居鲁士亲手剖开它,且在他做这件事时,绝不能有任何人在场。

语法注3 条
  1. 1.123.1ἀπʼ ἑωυτοῦ γὰρ ἐόντος ἰδιώτεω

    属格绝对句。ἐόντος ἰδιώτεω(身为平民)的主语是 ἑωυτοῦ(他自己),并与介词 ἀπό(源自、依靠)连用,表示“因为他自己只是个平民,单凭自己的力量”。

  2. 1.123.3ἄλλως μὲν οὐδαμῶς εἶχε

    动词 ἔχω 与副词 ἄλλως ... οὐδαμῶς 连用,作无人称用法,意为“用其他方法绝无可能”或“别无他法”。虽然也可以将哈尔帕戈斯作为主语,解释为“他没有其他办法(来表明心意)”,但从上下文来看,将其视为表示情况不可能的无人称表达更为自然。

  3. 1.123.4ἐντειλάμενὸς οἱ ἀπὸ γλώσσης διδόντα τὸν λαγὸν Κύρῳ ἐπειπεῖν

    分词 διδόντα 为宾格,与不定式 ἐπειπεῖν(另外对……说)的逻辑主语(使者,其代词为与格的 οἱ,但作为不定式的主语被吸引为宾格 διδόντα)一致。意为“指示他(使者)在把野兔交给居鲁士时,口头上对他说”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.123.1-1.123.4