← 希罗多德

历史

§1.105.1-1.105.4

掠夺阿斯卡隆神庙与斯基泰人的女性病

进军埃及的斯基泰人被普萨美提科斯劝退,但归途中部分人在阿斯卡隆掠夺神庙,导致其自身及后代遭受神罚而患上“女性病”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.105.1

ἐνθεῦτεν δὲ ἤισαν ἐπʼ Αἴγυπτον. καὶ ἐπείτε ἐγένοντο ἐν τῇ Παλαιστίνῃ Συρίῃ, Ψαμμήτιχος σφέας Αἰγύπτου βασιλεὺς ἀντιάσας δώροισί τε καὶ λιτῇσι ἀποτράπει τὸ προσωτέρω μὴ πορεύεσθαι.1

他们从那里向埃及进发。当他们到达叙利亚的巴勒斯坦时,埃及国王普萨美提科斯迎向他们,用礼物和恳求说服他们不要再往前行,使他们退了回去。

§1.105.2

οἳ δὲ ἐπείτε ἀναχωρέοντες ὀπίσω ἐγένοντο τῆς Συρίης ἐν Ἀσκάλωνι πόλι, τῶν πλεόνων Σκυθέων παρεξελθόντων ἀσινέων,2 ὀλίγοι τινὲς αὐτῶν ὑπολειφθέντες ἐσύλησαν τῆς οὐρανίης Ἀφροδίτης τὸ ἱρόν.

当他们在撤退中回到叙利亚的阿斯卡隆城时,绝大多数斯基泰人都没有造成任何伤害便通过了,但他们之中落后的少数人却掠夺了天之阿佛洛狄忒的神庙。

§1.105.3

ἔστι δὲ τοῦτο τὸ ἱρόν, ὡς ἐγὼ πυνθανόμενος εὑρίσκω, πάντων ἀρχαιότατον ἱρῶν ὅσα ταύτης τῆς θεοῦ· καὶ γὰρ τὸ ἐν Κύπρῳ ἱρὸν ἐνθεῦτεν ἐγένετο, ὡς αὐτοὶ Κύπριοι λέγουσι, καὶ τὸ ἐν Κυθήροισι Φοίνικές εἰσὶ οἱ ἱδρυσάμενοι ἐκ ταύτης τῆς Συρίης ἐόντες.

据我调查所得,这座神庙是该女神所有神庙中最古老的一座;因为正如塞浦路斯人自己所说,塞浦路斯的神庙也是源自那里的,而基瑟拉岛的神庙则是来自这一叙利亚地区的腓尼基人所建立的。

§1.105.4

τοῖσι δὲ τῶν Σκυθέων συλήσασι τὸ ἱρὸν τὸ ἐν Ἀσκάλωνι καὶ τοῖσι τούτων αἰεὶ ἐκγόνοισι ἐνέσκηψε ὁ θεὸς θήλεαν νοῦσον· ὥστε ἅμα λέγουσί τε οἱ Σκύθαι διὰ τοῦτο σφέας νοσέειν, καὶ ὁρᾶν3 παρʼ ἑωυτοῖσι τοὺς ἀπικνεομένους ἐς τὴν Σκυθικὴν χώρην ὡς διακέαται4 τοὺς καλέουσι Ἐνάρεας οἱ Σκύθαι.

对于掠夺阿斯卡隆神庙的斯基泰人及其子孙后代,神明降下了终身的“女性病”;因此,斯基泰人不仅自己说他们是因为这个原因而得病,而且凡是来到斯基泰土地上的人,也都能在他们那里亲眼看到被斯基泰人称为“埃纳雷斯”的人处于怎样的状态。

语法注4 条
  1. 1.105.1τὸ προσωτέρω μὴ πορεύεσθαι

    阻碍、阻止类动词 ἀποτράπει 后接带有否定词 μὴ 的不定式短语,此处 μὴ 属于赘余否定(redundant negative)。

  2. 1.105.2τῶν πλεόνων Σκυθέων παρεξελθόντων ἀσινέων

    属格绝对句。形容词属格复数形式 ἀσινέων(源自 ἀσινής)与逻辑主语 τῶν πλεόνων Σκυθέων 一致,在语义上作表语,表示“没有造成伤害地/秋毫无犯地”这一状态。

  3. 1.105.4ὥστε ἅμα λέγουσί τε ... καὶ ὁρᾶν

    在由 ὥστε 引导的结果从句中,前半句的 λέγουσι(直陈语气)与后半句的 ὁρᾶν(不定式)呈非对称关联。ὁρᾶν 的逻辑主语是紧随其后的宾格短语 τοὺς ἀπικνεομένους(到达的人们)。

  4. 1.105.4ὡς διακέαται

    爱奥尼亚方言中的第三人称复数现在时中被动语态词尾(-αται),对应雅典方言的 διακεῖνται(源自 διακεῖμαι,“处于某种状态”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.105.1-1.105.4