- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:56.1-56.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者向公民大会提出两项建议以促成最佳决议并缩短演说:要求发言者严格围绕议题本身,以及保持肃静倾听而非喧闹起哄。
τὸ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πεπεικόθʼ ἑαυτὸν ἔχειν τι συμφέρον εἰπεῖν ἀνίστασθαι1 καὶ καλὸν καὶ προσῆκον εἶναί μοι δοκεῖ, τὸ δὲ μὴ βουλομένους ἀκούειν βιάζεσθαι παντελῶς ἔγωγʼ αἰσχρὸν ἡγοῦμαι. οἴομαι δέ, ἐὰν ἐθελήσητέ μοι πείθεσθαι τήμερον, καὶ τὰ βέλτιστα μᾶλλον ὑμᾶς ἑλέσθαι δυνήσεσθαι καὶ τοὺς τῶν ἀναβαινόντων λόγους βραχεῖς ποιήσειν.
雅典的公民们,在我看来,一个人在确信自己掌握了某种有益之言时登台发言,既是美好的也是合宜的,但强行向不愿倾听的人灌输,我个人则认为完全是可耻的。然而我认为,如果你们今天愿意听从我的建议,你们不仅能更好地选择最佳方案,也能使那些登台者的演说变得简短。
τί οὖν συμβουλεύω; πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ αὐτῶν ὧν σκοπεῖτε τὸν παριόντα λέγειν ἀξιοῦν. πολλὰ γὰρ ἄλλα τις ἂν περιέλθοι τῷ λόγῳ καὶ πόλλʼ ἂν ἀστεῖʼ εἴποι, ἄλλως τε καὶ ὥσπερ τούτων ἔνιοι δεινῶν ὄντων.2 ἀλλʼ εἰ μὲν ῥημάτων ἥκετʼ ἀκουσόμενοι, ταῦτα λέγειν καὶ ἀκούειν χρή· εἰ δʼ ὑπὲρ πραγμάτων αἱρέσεως βουλευσόμενοι, αὐτὰ καθʼ ἑαυτὰ παραινῶ τὰ πράγμαθʼ ὡς μάλιστα κρίνειν, ἀφελόντας ὅσοι λόγοι πεφύκασιν ἐξαπατᾶν.
那么,我的建议是什么呢?雅典的公民们,首先是要求登台发言者只针对你们当前审议的议题本身发言。因为一个人完全可以用言辞漫游于许多其他话题,说出许多机智幽默的话,特别是由于这些人中有些确实能言善辩。但是,如果你们来这里是为了听辞藻辞令,那就理当去讲、去听那些东西;然而,如果你们来是为了就具体事物的取舍进行决断,我建议你们在摒弃一切惯于骗人的巧言之后,尽可能根据事物本身的性质来加以判断。
ἓν μὲν οὖν τοῦτο λέγω, δεύτερον δέ, ὅ τισιν ἴσως παράδοξον ἔσται πρὸς τὸ τοὺς λόγους ἐλάττους εἶναι, σιωπῶντας ἀκούειν. περὶ μὲν γὰρ τοῦ ταῦτʼ ἢ ʼκεῖνα συμφέρειν, καὶ πότερʼ ἂν δικαιότερον προέλοιθʼ ἡ πόλις, οὔτʼ εἰσὶ λόγοι πολλοὶ μὴ βουλομένοις μάτην ἀδολεσχεῖν, οὔτε πᾶς τις ἂν αὐτοὺς εἰπεῖν ἔχοι· ὡς δὲ καὶ δίκαιον ἀκούειν καὶ πρὸς τὸν θόρυβον ἀποκρίνασθαι καὶ λόγον ἐκ λόγου λέγειν,3 οὐδεὶς ὅστις οὐχὶ δύναιτʼ ἄν. ἐκ δὴ τοῦ θορυβεῖν οὐκ ἀπαλλάττεσθε λόγων, ἀλλὰ καὶ περὶ τῶν οὐδὲν εἰς χρείαν ἐπαναγκάζεσθʼ ἀκούειν. ἡ μὲν οὖν ἐμὴ γνώμη περὶ ὧν βουλεύεσθε, ἥδʼ ἐστίν.
那么,这是我说的第一点;第二点,从减少演说篇幅的角度来看,对某些人而言或许显得自相矛盾,那就是保持肃静来倾听。因为关于究竟是此案还是彼案有益、城邦优先采纳哪一项更为正当,对于不愿徒费唇舌的人而言,并没有许多话可讲,也并非人人都能讲得出来;然而,若要声称听其发言乃是合乎正义,若要回击喧闹起哄,若要话赶话地滔滔不绝,则没有谁是做不到的。事实上,正是由于喧闹起哄,你们不仅无法摆脱演说,反而被迫去听那些于实际毫无用处的东西。那么,对于你们正在审议的事务,我的见解就是如此。
- 56.1πεπεικόθʼ ἑαυτὸν ἔχειν τι συμφέρον εἰπεῖν ἀνίστασθαι
带冠词不定式句 τὸ ἀνίστασθαι 作为动词 δοκεῖ 的语法主语,而完成时分词 πεπεικότα(因随后 ἑαυτόν 的送气音发生省略并变为 πεπεικόθʼ)以宾格形式充当该不定式的逻辑主语,意为“一个说服了自己……的人登台发言”。
- 56.2ὥσπερ τούτων ἔνιοι δεινῶν ὄντων
由 ὥσπερ 引导的属格独立结构(τούτων ἔνιοι δεινῶν ὄντων),用以说明主观或公认的理由(“特别是由于他们中的某些人能言善辩”)。
- 56.3ὡς δὲ καὶ δίκαιον ἀκούειν καὶ πρὸς τὸν θόρυβον ἀποκρίνασθαι καὶ λόγον ἐκ λόγου λέγειν
连词 ὡς 引导间接引语或陈述内容(“声称听其发言乃是合乎正义”),其中 ἀκούειν 从属于 δίκαιον(省略 ἐστί),而该 ὡς 从句(承前省略 εἰπεῖν)与不定式 ἀποκρίνασθαι、λέγειν 并列充当后文主句“没有人做不到”(οὐδεὶς ὅστις οὐχὶ δύναιτʼ ἄν)的对象,指在喧闹中拖延时间、进行口角辩驳的能力。
