- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:55.1-55.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者回顾了以往民众强令贤能平民担任官职以制约职业政客并广纳人才的优良传统,批评了当下少数将领长期垄断职位的荒谬现状,呼吁公民如天秤衡物般公正甄选并起用新人。
ἦν τις, ὡς ἔοικεν, χρόνος παρʼ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτʼ ἐπηνάγκαζεν ὁ δῆμος, ὃν ἄνθρωπον ἴδοι σώφρονα καὶ χρηστόν,1 πράττειν τὰ κοινὰ καὶ ἄρχειν, οὐ σπάνει τῶν τοῦτο βουλομένων ποιεῖν (πάντα γὰρ τἄλλʼ εὐτυχῆ τὴν πόλιν κρίνων, ἓν οὐδέποτʼ εὐτυχῆσαι τοῦτο νομίζω, ἐπιλείπειν αὐτὴν τοὺς τὰ κοινὰ καρποῦσθαι βουλομένους),2 ἀλλʼ ὅραμα τοῦτʼ ἐποιεῖθʼ ὁ δῆμος αὑτοῦ καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ λυσιτελὲς τῇ πόλει.
雅典的公民们,看来曾几何时在你们这里,民众只要见到哪个明智而有德之人,就会强令他参与国务、担任官职。这绝非因为缺少自愿任职之人(因为尽管我认为城邦在其余一切方面都是幸运的,但惟独在这绝不缺少渴望在公职中谋取私利者的一点上,我认为从未走过好运),而是因为民众认为这对自己而言是一幅美好的景象,雅典的公民们,对城邦也是大有裨益的。
οἵ τε γὰρ συνεχεῖς οἵδε παραζευγνυμένων σφίσιν ἐξ ἰδιωτῶν σπουδαίων καὶ δικαίων ἀνδρῶν,3 εὐλαβεστέρους αὑτοὺς παρεῖχον, οἵ τε χρηστοὶ μὲν ὑμῶν καὶ δικαίως ἂν ἄρχοντες, μὴ πάνυ δʼ οἷοί τʼ ἐνοχλεῖν καὶ παραγγέλλειν, οὐκ ἀπηλαύνοντο τῶν τιμῶν. νῦν δὲ παντάπασι τὸν αὐτὸν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, ὅνπερ τοὺς ἱερεῖς, οὕτως καθίστατε καὶ τοὺς ἄρχοντας. εἶτα θαυμάζετε, ἐπειδὰν ὁ δεῖνʼ εὐδαίμων καὶ ὁ δεῖνʼ ὑμῖν ᾖ συνεχῶς πολλὰ λαμβάνων, οἱ δʼ ἄλλοι περιίητε τὰ τούτων ἀγαθὰ ζηλοῦντες.
因为一方面,那些常年任职的政客们,在有严正而公正的平民被并排配置在他们身旁时,便会表现得更加谨慎小心;另一方面,你们当中虽品行端正、理当任职,却不太擅长纠缠钻营和四处拉票的人,也不至于被排挤在荣誉之外。然而如今,雅典的公民们,你们任命行政长官的方式完全就同任命祭司如出一辙。随后,每当在你们这里某某人和某某人始终中饱私囊、发家致富,而你们其余的人却只能在旁嫉妒他们的财富四处游荡时,你们竟然还感到惊异。
δεινότατοι γάρ ἐστʼ ἀφελέσθαι μὲν ὅσʼ ὑμῖν ὑπάρχει, καὶ νόμους περὶ τούτων θεῖναι, ἄν τις ἀστυνομήσῃ δὶς ἢ τὰ τοιαῦτα, στρατηγεῖν δʼ ἀεὶ τοὺς αὐτοὺς ἐᾶν. καὶ τὸ μὲν τοὺς ἐπὶ τῶν πράξεων ὄντας ἴσως ἔχει πρόφασιν· τὸ δὲ τοὺς ἄλλους, οἳ ποιοῦσι μὲν οὐδέν, χώραν δʼ ἀτέλεστον ἔχουσιν αὐτοὶ τετελεσμένοι,4 μωρία. ἀλλὰ καὶ ὑμῶν αὐτῶν (εἰσὶ δʼ οὐκ ὀλίγοι) προσάγειν χρή.5 ἂν γὰρ ὡσπερεὶ ζυγῷ ἱστῆτε, πρόεισιν ὃς ἂν ἄξιος ᾖ του μετὰ ταῦτʼ αὐτός.
因为你们确实最善于一方面剥夺属于自己的权利,并针对这些设立法律——若是有人两次担任市监官或类似职务——另一方面却任由同一批人始终充任将军。若说留任那些从事实际战务之人或许还情有可原,但对于其余那些尸位素餐、自己身居高位却让职位毫无作为的人,予以放任简直就是愚蠢。相反,理当也从你们自己中间(这样的人并不少)提拔新人。因为如果你们如同在天秤上称量一般进行考查,其后凡是有所价值之人,自己便会站出来。
- 55.1ὃν ἄνθρωπον ἴδοι σώφρονα καὶ χρηστόν
关系从句中的希求语气 ἴδοι 表示过去反复发生或普遍的情况(过去反复从句)。先行词 ἄνθρωπον 被吸收入关系词 ὃν 引导的从句内部。配合主句的未完成过去时动词 ἐπηνάγκαζεν,表示过去习惯性的行为:“凡是他们见到的……便强令其……”。
- 55.1πάντα γὰρ τἄλλʼ εὐτυχῆ τὴν πόλιν κρίνων, ἓν οὐδέποτʼ εὐτυχῆσαι τοῦτο νομίζω, ἐπιλείπειν αὐτὴν τοὺς τὰ κοινὰ καρποῦσθαι βουλομένους
插入句的骨架为分词 κρίνων 引导让步/原因分句,主动词为 νομίζω。ἓν ... τοῦτο 作 εὐτυχῆσαι 的内宾格(或同格宾语),其具体内容由随后的不定词短语 ἐπιλείπειν αὐτὴν τοὺς ... βουλομένους 同格说明。动词 ἐπιλείπω 带宾格(αὐτήν,指城邦)表示受影响者,以 τοὺς ... βουλομένους 为主语,意为“城邦唯独在‘渴望从公职中图利之人匮乏’这一点上,从未走过好运”。
- 55.2οἵ τε γὰρ συνεχεῖς οἵδε παραζευγνυμένων σφίσιν ἐξ ἰδιωτῶν σπουδαίων καὶ δικαίων ἀνδρῶν
παραζευγνυμένων ... ἀνδρῶν 为属格绝对结构。σφίσιν 为与格代词,在此作间接反身代词,指代主句主语 οἱ συνεχεῖς οἵδε(那些长期任职的政客)。παραζεύγνυμι 原意为“并排驾辕”,此处比喻在官职中将正派的平民与老牌政客搭档共事。
- 55.3χώραν δʼ ἀτέλεστον ἔχουσιν αὐτοὶ τετελεσμένοι
基于词根 τελ- (τέλος) 的修辞对照和文字游戏(paronomasia)。αὐτοὶ τετελεσμένοι(完成时被动分词)指他们自身“已受过任职仪式/取得正式资格”,而与之相对的 χώραν ἀτέλεστον 则指“不结果实的/不尽义务的”职位,即占据官位却一事无成。
- 55.3ἀλλὰ καὶ ὑμῶν αὐτῶν ... προσάγειν χρή
ὑμῶν αὐτῶν 为部分属格。动词 προσάγειν 预期的直接宾语(如 τινάς,“某些人”)在句中承前省略,整个结构意为“应当从你们自己当中引荐/提拔[人]”。括号内的 εἰσὶ δʼ οὐκ ὀλίγοι 则补充说明符合条件的人并不在少数。
