← 狄摩西尼

序言集

§53.1-53.4

演说家的相互攻讦与施舍下的民众衰弱

演说者指出,演说家们相互进行私人漫骂只是为了掩盖自身的恶行,并通过微薄的施舍让民众如病人般维持在虚弱依附的状态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§53.1

ἡ μὲν εἰωθυῖα πάντα τὸν χρόνον βλάπτειν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πόλιν λοιδορία καὶ ταραχὴ καὶ νυνὶ γέγονε παρὰ τῶν αὐτῶν ὧνπερ ἀεί. ἄξιον δʼ οὐχ οὕτω τούτοις ἐπιτιμῆσαι (ἴσως γὰρ ὀργῇ καὶ φιλονικίᾳ ταῦτα πράττουσι, καὶ τὸ μέγιστον ἁπάντων, ὅτι συμφέρει ταῦτα ποιεῖν αὐτοῖς) ἀλλʼ ὑμῖν, εἰ περὶ κοινῶν, ὦ ἄνδρες Ἀθηναῖοι, πραγμάτων καὶ μεγάλων συνειλεγμένοι τὰς ἰδίας λοιδορίας ἀκροώμενοι κάθησθε, καὶ οὐ δύνασθε πρὸς ὑμᾶς αὐτοὺς λογίσασθαι τοῦθʼ, ὅτι αἱ τῶν ῥητόρων ἁπάντων ἄνευ κρίσεως πρὸς ἀλλήλους λοιδορίαι, ὧν ἂν ἀλλήλους ἐξελέγξωσιν, ὑμᾶς τὰς εὐθύνας διδόναι ποιοῦσιν.1

雅典的公民们,历来损害城邦的那种惯常的漫骂与骚动,如今再次由那帮一贯如此的人挑起。然而,值得责备的与其说是这些人(因为他们这样做或许是出于愤怒和意气之争,最关键的是,这样做对他们自身有利),倒不如说是你们自己。雅典的公民们,如果你们为了城邦重大的公共事务聚集一堂,却只是坐着倾听私人的相互漫骂,并且不能扪心自问、想个明白:所有演说家在未经法庭审判的情况下彼此攻讦,他们互相揭发的那些罪责,最终付出代价、承担清算责任的正是你们自己。

§53.2

πλὴν γὰρ ὀλίγων ἴσως, ἵνα μὴ πάντας εἴπω, οὐδεὶς αὐτῶν ἅτερος θατέρῳ λοιδορεῖται, ἵνα βέλτιόν τι τῶν ὑμετέρων γίγνηται (πολλοῦ γε καὶ δεῖ),2 ἀλλʼ ἵνα, ἃ τὸν δεῖνά φησι ποιοῦντα δεινότατʼ ἀνθρώπων ποιεῖν,3 ταῦτʼ αὐτὸς μετὰ πλείονος ἡσυχίας διαπράττηται.

因为除少数人或许例外——姑且不说所有人——他们之间彼此漫骂,绝非为了让你们的事务有所改善(事实远非如此!),而是为了让自己能在更大的平静中,去干下他所宣称对方干下的人世间最令人发指的恶行。

§53.3

ὅτι δʼ οὕτω ταῦτʼ ἔχει, μὴ ἐμοὶ πιστεύσητε, ἀλλʼ ἐν βραχεῖ λογίσασθε. ἔστιν ὅπου τις ἀναστὰς εἶπεν παρʼ ὑμῖν πώποτε βουλόμενός τι λαβεῖν τῶν ὑμετέρων παρελήλυθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὑπὲρ ὑμῶν; οὐδεὶς δήπου, ἀλλʼ ὑπὲρ ὑμῶν καὶ διʼ ὑμᾶς, καὶ τοιαύτας προφάσεις λέγουσιν. φέρε δὴ σκέψασθε, τί δή ποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὲρ ὧν ἅπαντες λέγουσιν, οὐδὲν βέλτιον τοῖς ὅλοις νῦν ἢ πρότερον πράττετε, οὗτοι δʼ οἱ πάνθʼ ὑπὲρ ὑμῶν, ὑπὲρ αὑτῶν δʼ οὐδεὶς οὐδὲν πώποτʼ εἰρηκώς, ἐκ πτωχῶν πλούσιοι γεγόνασιν; ὅτι φασὶν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φιλεῖν ὑμᾶς, φιλοῦσι δʼ οὐχ ὑμᾶς ἀλλʼ αὑτούς.

至于实情确是如此,你们不必轻信我的话,只需稍微思考一下:可曾有人在你们面前站起身来说过这样的话: “雅典的公民们,我走上发言台是想从你们这里分得一杯羹,绝不是为了你们好”? 想必绝无一人。相反,他们都口口声声说“为了你们、为了你们的利益”,满嘴都是这类托词。那么请想一想,雅典的公民们,为什么人人都声称是为了你们而说话,你们作为一个整体,如今的处境却丝毫不比从前更好;而这些自称事事为了你们、从未为自己说过半句话的人,却从一贫如洗变成了巨富?这是因为,雅典的公民们,他们口头上声称爱你们,实际上爱的根本不是你们,而是他们自己。

§53.4

καὶ γελάσαι καὶ θορυβῆσαι καί ποτʼ ἐλπίσαι μετέδωκαν ὑμῖν, λαβεῖν δʼ ἢ κτήσασθαι τῇ πόλει κυρίως ἀγαθὸν οὐδὲν ἂν βούλοιντο. ᾗ γὰρ ἂν ἡμέρᾳ τῆς λίαν ἀρρωστίας ἀπαλλαγῆτε, ταύτῃ τούτους οὐδʼ ὁρῶντες ἀνέξεσθε. νῦν δὲ δραχμῇ καὶ χοῒ καὶ τέτταρσιν ὀβολοῖς ὥσπερ ἀσθενοῦντα τὸν δῆμον διάγουσιν, ὁμοιότατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς παρὰ τῶν ἰατρῶν σιτίοις διδόντες ὑμῖν. καὶ γὰρ ἐκεῖνʼ οὔτʼ ἰσχὺν ἐντίθησιν οὔτʼ ἀποθνῄσκειν ἐᾷ, καὶ ταῦτʼ οὔτʼ ἀπογνόντας ἄλλο τι μεῖζον πράττειν ἐᾷ,4 οὔτʼ αὔτʼ ἐξαρκεῖν δύναται.

他们带给你们欢笑、起哄和偶尔的希望,却绝不愿为城邦真正取得或赢得任何切实的利益。因为有朝一日你们一旦摆脱了这极度的软弱无力,在那一天,你们连看他们一眼都无法忍受。然而现在,他们用一德拉克马、一壶酒和四个奥波尔,就像对待病人一样吊着民众的生计,雅典的公民们,他们发给你们的救济,恰如医生开出的流质饮食。因为那些饮食既不能让人恢复体力,又不让人死掉;同样,这些微薄的施舍既不许你们彻底死心从而去开创某种更伟大的事业,其本身又根本无法令人满足。

语法注4 条
  1. 53.1ὧν ἂν ἀλλήλους ἐξελέγξωσιν, ὑμᾶς τὰς εὐθύνας διδόναι ποιοῦσιν

    关系代词 ὧν 包含了被省略的指示代词先行词(τούτων),既作动词 ἐξελέγχω 所支配的表示罪名/指控的属格(ἐξελέγχω τινά τινος),又兼作其后 τὰς εὐθύνας διδόναι(为……承担清算/代偿)所要求的表示由头的属格。句式骨架为使役结构 ποιοῦσιν +宾格(ὑμᾶς)+不定式(τὰς εὐθύνας διδόναι)。

  2. 53.2πολλοῦ γε καὶ δεῖ

    插入使用的习惯用语,意为“远非如此”、“绝不可能”(相当于英语 far from it)。由无人称动词 δεῖ(缺少)搭配表示离格/差距的属格 πολλοῦ,并加上强调小辞 γε 和 καί 构成。

  3. 53.2ἃ τὸν δεῖνά φησι ποιοῦντα δεινότατʼ ἀνθρώπων ποιεῖν

    嵌套的宾格不定式与分词结构。关系代词 ἃ 既是分词 ποιοῦντα 的宾语,也是先行词 ταῦτʼ 的指代对象。动词 φησι 支配间接引语,其逻辑主语为 τὸν δεῖνα(某人),不定式为 ποιεῖν(搭配直接宾语 δεινότατʼ ἀνθρώπων),分词 ποιοῦντα 修饰 τὸν δεῖνα(字面意为:“他声称某人在做这些事时是犯下了人世间最可怕恶行的那些事”)。

  4. 53.4οὔτʼ ἀπογνόντας ἄλλο τι μεῖζον πράττειν ἐᾷ

    不定过去时分词 ἀπογνόντας 为阳性宾格复数,与不定式 πράττειν 的逻辑主语(即雅典民众)在性数格上一致。动词 ἀπογιγνώσκω 在此意为“死心、断绝念头、放弃希望”,作状语表示伴随或前提:“使你们无法彻底死心进而去从事某种更重大的事业”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:53.1-53.4