- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:52.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出目前惩治行骗企图者的艰难处境,并表示不应只停留在声讨过去的恶行,而要提出当前切实有益的建言。
ἦν μὲν δίκαιον,1 ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἴσην ὑπάρχειν παρʼ ὑμῶν ὀργὴν τοῖς ἐπιχειροῦσιν ὅσηνπερ τοῖς δυνηθεῖσιν ἐξαπατῆσαι. ὃ μὲν γὰρ ἦν ἐπὶ τούτοις,2 πεποίηται καὶ προήγαγον ὑμᾶς· τοῦ δὲ μὴ τέλος ταῦτʼ ἔχειν ἡ τύχη καὶ τὸ βέλτιον νῦν ὑμᾶς φρονεῖν ἢ ὅτʼ ἐξήχθηθʼ ὑπὸ τούτων, γέγονεν αἴτια.3 οὐ μὴν ἀλλʼ ἔγωγʼ οὕτω πόρρω νομίζω τὴν πόλιν εἶναι τοῦ δίκην παρὰ τῶν ἀδικούντων λαμβάνειν ὥστʼ ἀγαπητὸν εἶναί μοι δοκεῖ, ἂν ὅπως μὴ πείσεσθε κακῶς δύνησθε φυλάττεσθαι· τοσαῦται τέχναι καὶ γοητεῖαι καὶ ὅλως ὑπηρεσίαι τινές εἰσιν ἐφʼ ὑμᾶς κατεσκευασμέναι. τῆς μὲν οὖν τούτων κακίας οὐκ ἂν ἐν τῷ παρόντι τις ἐν δέοντι μάλιστα κατηγορήσειεν· βούλομαι δʼ ὑπὲρ ὧν ἀνέστην, ἃ νομίζω συμφέροντʼ εἰπεῖν.
雅典的公民们,对那些企图行骗的人,你们本该怀有同对那些成功行骗的人一样的愤怒,这才是正当的。因为就他们力所能及的范围而言,他们已经做下了,并且引诱了你们;然而这些企图之所以未获结果,原因在于运气,以及你们如今比被他们蒙蔽时更加明智。不过,我认为城邦距惩罚行不义之人是如此遥远,以至于在我看来,只要你们能设法防备不受祸害,就该感到知足了;有如此多的诡计、幻术以及一应奴颜婢膝之举,都是针对你们精心布设的。因此,在当下最合时宜的,大概不是去控诉他们的邪恶;但我希望就我为之起立发言的事项,说出我认为有益的建议。
- 52.1ἦν μὲν δίκαιον
不带小词 ἄν 的未完成过去时,表示“本应如何,但实际上却并非如此”的过去义务或合理性(具有非真实条件句的含义)。它指代未实现的应然状态,而非单纯的现在时事实。
- 52.1ὃ μὲν γὰρ ἦν ἐπὶ τούτοις
介词 ἐπί 加上与格 τούτοις,表示“在他们权力范围之内”或“取决于他们”。关系代词 ὃ 连同该介词短语构成副词性限定短语,意为“就他们能力所及而言”。
- 52.1τοῦ δὲ μὴ τέλος ταῦτʼ ἔχειν ἡ τύχη καὶ τὸ βέλτιον νῦν ὑμᾶς φρονεῖν ἢ ὅτʼ ἐξήχθηθʼ ὑπὸ τούτων, γέγονεν αἴτια.
句首带定冠词属格的不定式短语 τοῦ μὴ τέλος ταῦτʼ ἔχειν 作为宾格性属格受表语形容词 αἴτια 支配(意为“导致这些事未能得逞的原因”)。句子的复合主语是 ἡ τύχη 与带定冠词的不定式短语 τὸ ... φρονεῖν,表语形容词 αἴτια 为中性复数,动词 γέγονεν 则取单数形式。
