← 狄摩西尼

序言集

§29.1-29.3

纠正偏听弊病与公平兼听双方意见

演说者指出,事后对既定决议提出异议,根源在于公民大会往往偏听一方而拒听另一方;他呼吁众人公正倾听以避免重蹈覆辙,并准备陈述自己的方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

πρῶτον μὲν οὐδέν ἐστιν καινόν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς δόξασιν παρʼ ὑμῖν1 εἶναί τινας οἵτινες ἀντεροῦσιν, ἐπειδὰν πράττειν τι δέῃ. εἰ μὲν οὖν ἀποδόντων ὑμῶν λόγον αὐτοῖς, ὅτʼ ἐβουλεύεσθε, τοῦτʼ ἐποίουν, τούτων ἂν ἦν ἄξιον κατηγορεῖν, εἰ περὶ ὧν ἥττηντʼ ἐβιάζοντο πάλιν λέγειν·2 νῦν δὲ τούτους μὲν οὐδέν ἐστʼ ἄτοπον εἰπεῖν βουληθῆναι ταῦθʼ ἃ τότʼ οὐχ ὑπεμείνατʼ ἀκοῦσαι, ὑμῖν δʼ ἄν τις εἰκότως ἐπιτιμήσειεν, ἄνδρες Ἀθηναῖοι, ὅτι ὁπόταν περί του βουλεύησθε, οὐκ ἐᾶτε λέγειν ἕκαστον ἃ γιγνώσκει, ἀλλʼ ἂν ἕτεροι τῷ λόγῳ προλάβωσιν ὑμᾶς, οὐδὲν ἂν τῶν ἑτέρων ἀκούσαιτε. ἐκ δὲ τούτου συμβαίνει πρᾶγμʼ ἀηδὲς ὑμῖν. οἷς γὰρ πρὶν ἁμαρτεῖν ὑμῖν ἐξῆν συμβουλεύουσιν πείθεσθαι, τούτους ὕστερον κατηγοροῦντας ἐπαινεῖτε.3

雅典人啊,首先,对于你们所决议的事务,每当必须付诸行动之时总有人出来反驳,这绝非什么新鲜事。倘若在你们当初商议之时,本已给予他们发言的机会,而他们却做出了这样的举动,那么指责他们强行就自己已经失败的事情再次发言,原本是理所应当的;然而在眼下的情况下,他们希望说出你们当初不肯耐住性子听取的事情,却并没有任何不合情理之处。相反,雅典人啊,人们大可合理地责备你们,因为每当你们审议某事时,你们不允许每个人说出自己的见解,而是只要一方的演说先入为主地打动了你们,你们便绝不愿从另一方那里听取任何话语。由此给你们带来了一种令人厌恶的后果:那些在你们犯下过错之前本可听从其劝告的人,当他们事后出面指责时,你们反倒予以赞扬。

§29.3

ταὐτὸ δὴ τοῦτό μοι πάλιν δοκεῖτε πείσεσθαι, εἰ μὴ παρασχόντες ἴσους ἀκροατὰς πάντων ὑμᾶς αὐτοὺς ἐν τῷ παρόντι, καὶ τοῦτον τὸν πόνον ὑπομείναντες, ἑλόμενοι τὰ κράτιστα τοὺς ὁτιοῦν τούτοις ἐπιτιμῶντας φαύλους νομιεῖτε.4 ἐγὼ μὲν δὴ δίκαιον ὑπείληφα πρῶτον ἁπάντων αὐτὸς εἰπεῖν, τί μοι δοκεῖ περὶ ὧν σκοπεῖσθε, ἵνα, ἂν μὲν ὑμῖν ἀρέσκῃ, καὶ τὰ λοιπὰ διδάσκω, εἰ δὲ μή, μήθʼ ὑμῖν ἐνοχλῶ μήτʼ ἐμαυτὸν κόπτω.

在我看来,除非你们在当下使自己成为对待所有人均平等的听众,忍受这份辛劳,并在选出最佳方案之后将凡对此有任何挑剔者视为卑劣之徒,否则你们很可能会再次遭受这同样的遭遇。因此,我认为最理所应当的是,首先由我亲自就你们所考量的事情陈述自己的看法,以便若得蒙你们满意,我便继续向你们陈述其余事宜;若不然,我既不再叨扰你们,也不至于白白折腾自己。

语法注4 条
  1. 29.1τοῖς δόξασιν παρʼ ὑμῖν

    置于句首的与格短语,在句意上作为后续不定式短语内动词 ἀντεροῦσιν 的支配对象(间接宾语)。通过语序倒置(hyperbaton)起到了主题化的作用。

  2. 29.1εἰ περὶ ὧν ἥττηντʼ ἐβιάζοντο πάλιν λέγειν

    阐释性(说明性)的 εἰ 从句,用以具体补充说明前面的 τούτων ἂν ἦν ἄξιον κατηγορεῖν(“指责他们强行就……再次发言是理所应当的”)。关系代词 ὧν 因其被省略的先行词 τούτων 而发生了向属格的格吸引。

  3. 29.2οἷς γὰρ πρὶν ἁμαρτεῖν ὑμῖν ἐξῆν συμβουλεύουσιν πείθεσθαι, τούτους ὕστερον κατηγοροῦντας ἐπαινεῖτε

    关系从句 οἷς ... συμβουλεύουσιν πείθεσθαι 置于其先行词 τούτους 之前,构成鲜明对比。与格 οἷς ... συμβουλεύουσιν 受 πείθεσθαι 支配,而宾格 τούτους ... κατηγοροῦντας 则作主句动词 ἐπαινεῖτε 的直接宾语,生动揭示了“事前作为规劝者本可听从,事后作为指责者反加赞赏”的荒谬反讽。

  4. 29.3εἰ μὴ παρασχόντες ἴσους ἀκροατὰς πάντων ὑμᾶς αὐτοὺς ἐν τῷ παρόντι, καὶ τοῦτον τὸν πόνον ὑπομείναντες, ἑλόμενοι τὰ κράτιστα τοὺς ὁτιοῦν τούτοις ἐπιτιμῶντας φαύλους νομιεῖτε

    该条件句的骨干为 εἰ μὴ ... νομιεῖτε。在达到主要动词 νομιεῖτε 之前,串联了三个修饰主语“你们”的并列分词短语(παρασχόντες, ὑπομείναντες, ἑλόμενοι)。动词 νομιεῖτε 随后带分词短语 τοὺς ὁτιοῦν τούτοις ἐπιτιμῶντας 作为直接宾语,并由 φαύλους 作其宾语补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:29.1-29.3