- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg062.humanitext-grc2:28.1-28.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
发言者主张应当重视理性和长远利益而非迎合听众的一时欢心,表明即使招致怨恨也决心提出异议,并劝告民众耐心地倾听规劝。
αἱ μὲν ἐλπίδες, ὦ ἄνδρες Ἀθηναῖοι, μεγάλαι καὶ καλαὶ τῶν προειρημένων, πρὸς ἃς οἴομαι τοὺς πολλοὺς ἄνευ λογισμοῦ τι πεπονθέναι. ἐγὼ δʼ οὐδεπώποτʼ ἔγνων ἕνεκα τοῦ παραχρῆμʼ ἀρέσαι λέγειν τι πρὸς ὑμᾶς, ὅ τι ἂν μὴ καὶ μετὰ ταῦτα συνοίσειν ἡγῶμαι. ἔστι μὲν οὖν τὸ κοινὸν ἔθος τῶν πλείστων τοὺς μὲν συνεπαινοῦντας ἑαυτοῖς ὅ τι ἂν πράττωσι φιλεῖν, πρὸς δὲ τοὺς ἐπιτιμῶντας ἀηδῶς ἔχειν. οὐ μὴν ἀλλὰ δεῖ τὸν εὖ φρονοῦντα τὸν λογισμὸν ἀεὶ τῶν ἐπιθυμιῶν κρείττω πειρᾶσθαι ποιεῖν.
雅典人啊,从前面所说的话中所寄托的希望固然宏大而美好,但我认为大多数人未经深思熟虑便已被其打动。而我向来不曾决定仅仅为了取悦一时,便对你们说出任何我认为在日后无所裨益的话。大多数人固然有一种共同的习性,那就是喜爱那些无论自己做什么都随声附和称赞的人,而对规劝指责自己的人心怀厌恶。然而,明智之人必须始终努力使理性胜过欲望。
ἐγὼ δʼ ἡδέως μὲν ἂν ἑώρων, ἃ καὶ συνοίσειν ἔμελλε, ταῦτʼ ἐν ἡδονῇ πράττειν ὄνθʼ ὑμῖν, ἵνα καὶ χαριζόμενος καὶ χρηστὰ λέγων ἐφαινόμην.1 ἐπειδὴ δὲ τἀναντίʼ ὁρῶ τούτων ἐπιχειροῦντας ὑμᾶς, οἴομαι δεῖν ἀντειπεῖν, εἰ καί τισιν μέλλω ἀπεχθήσεσθαι. ἂν μὲν οὖν μηδʼ ὑπομείνητʼ ἀκοῦσαι μηδὲ ἕν, οὐ τῷ δοκιμάζοντες διαμαρτεῖν, ἀλλὰ τῷ φύσει πονήρʼ ἐπιθυμεῖν2 πράττειν τοιαῦτα προαιρεῖσθαι δόξετε. ἐὰν δʼ ἀκούσητε, τυχὸν μὲν ἴσως κἂν μεταπεισθείητε, ὃ μάλιστʼ ἐγὼ νομίζω συνενεγκεῖν ἂν ὑμῖν· εἰ δὲ μή, οἱ μὲν ἀγνοεῖν τὸ συμφέρον, οἱ δὲ—ὅ τι ἄν τις βούληται, τοῦτʼ ἐρεῖ.3
若是能看到你们乐于实行本就必定有益的事情,我原本也是十分乐意的;这样一来,我便既能讨得你们的欢心,又显得言之有益了。但是,既然我看到你们所图谋的恰恰与此相反,我认为即使会招致某些人的憎恨,我也必须起而反驳。因此,如果你们连一句话也不肯容忍听下去,人们便会认为你们做出这样的选择,并非由于在审慎判断中犯了错误,而是由于生性便渴望行恶。然而倘若你们愿意倾听,或许便有可能回心转意,而在我看来这正是对你们最为有益之事;纵使不然,某些人会说你们不明晓何为真正的利益,而另一些人——凡是有人想说的,便会随心所欲地说出来。
- 28.2ἵνα καὶ χαριζόμενος καὶ χρηστὰ λέγων ἐφαινόμην
在主句非真实条件式(ἡδέως ἂν ἑώρων)之后,引导目的从句的 ἵνα 搭配了过去直陈式(未完成过去时 ἐφαινόμην)。这种结构用于表示在过去未曾实现的目的或结果(“原本可以显得……但实际上并非如此”)。
- 28.2οὐ τῷ δοκιμάζοντες διαμαρτεῖν, ἀλλὰ τῷ φύσει πονήρʼ ἐπιθυμεῖν
带有中性单数与格定冠词的不定式(τῷ ... διαμαρτεῖν 与 τῷ ... ἐπιθυμεῖν)充当原因与格(“并非由于……而犯错,而是由于渴望……”)。分词 δοκιμάζοντες 在主格复数上与主句动词 δόξετε 的主语保持一致。
- 28.2εἰ δὲ μή, οἱ μὲν ἀγνοεῖν τὸ συμφέρον, οἱ δὲ—ὅ τι ἄν τις βούληται, τοῦτʼ ἐρεῖ.
破格句(anacoluthon):在 οἱ μέν 之后使用了省略说话动词(如 ἐροῦσι)的不定式间接引语(ἀγνοεῖν),而在后半句 οἱ δέ 处则打破了对称结构,转入带有破折号的直陈式独立分句(ὅ τι ἄν τις βούληται, τοῦτʼ ἐρεῖ)。
